Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.1.11 Polyb. 5.2.7 (English) >>Polyb. 5.3.2

5.2.4 κριθέντων δὲ τούτων, ἥθροιζε τάς τε τῶν Ἀχαιῶν νῆας καὶ τὰς σφετέρας εἰς τὸ Λέχαιον, καὶ συνεχεῖς ποιούμενος ἀναπείρας ἐγύμναζε τοὺς φαλαγγίτας καὶ συνείθιζε ταῖς εἰρεσίαις, προθύμως αὐτῷ πρὸς τὸ παραγγελλόμενον συνυπακουόντων τῶν Μακεδόνων· 5.2.5 πρός τε γὰρ τοὺς ἐν γῇ κινδύνους ἐκ παρατάξεως γενναιότατοι πρός τε τὰς κατὰ θάλατταν ἐκ τοῦ καιροῦ χρείας ἑτοιμότατοι, λειτουργοί γε μὴν περὶ τὰς ταφρείας καὶ χαρακοποιίας καὶ πᾶσαν τὴν τοιαύτην ταλαιπωρίαν φιλοπονώτατοί τινες, 5.2.6 οἵους Ἡσίοδος παρεισάγει τοὺς Αἰακίδας,

πολέμῳ κεχαρηότας ἠΰτε δαιτί. 5.2.7

μὲν οὖν βασιλεὺς καὶ τὸ τῶν Μακεδόνων πλῆθος ἐν τῷ Κορίνθῳ διέτριβε, περὶ τὴν κατὰ θάλατταν ἄσκησιν καὶ παρασκευὴν γινόμενος· 5.2.8 δʼ Ἀπελλῆς, οὔτʼ ἐπικρατεῖν τοῦ Φιλίππου δυνάμενος οὔτε φέρειν τὴν ἐλάττωσιν παρορώμενος, ποιεῖται συνωμοσίαν πρὸς τοὺς περὶ Λεόντιον καὶ Μεγαλέαν, ὥστʼ ἐκείνους μὲν συμπαρόντας ἐπʼ αὐτῶν τῶν καιρῶν ἐθελοκακεῖν καὶ λυμαίνεσθαι τὰς τοῦ βασιλέως χρείας, αὐτὸς δὲ χωρισθεὶς εἰς Χαλκίδα φροντίζειν ἵνα μηδαμόθεν αὐτῷ χορηγία παραγίνηται πρὸς τὰς ἐπιβολάς. 5.2.9 οὗτος μὲν οὖν τοιαῦτα συνθέμενος καὶ κακοτροπευσάμενος πρὸς τοὺς προειρημένους ἀπῆρεν εἰς τὴν Χαλκίδα; σκήψεις τινὰς εὐλόγους πρὸς τὸν βασιλέα πορισάμενος· 5.2.10 κἀκεῖ διατρίβων οὕτως βεβαίως ἐτήρει τὰ κατὰ τοὺς ὅρκους, πάντων αὐτῷ πειθαρχούντων κατὰ τὴν προγεγενημένην πίστιν, ὥστε τὸ τελευταῖον ἀναγκασθῆναι τὸν βασιλέα διʼ ἀπορίαν ἐνέχυρα τιθέντα τῶν πρὸς τὴν χρείαν ἀργυρωμάτων ἀπὸ τούτων ποιεῖσθαι τὴν διαγωγήν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.1.11 Polyb. 5.2.7 (English) >>Polyb. 5.3.2

Powered by PhiloLogic