Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.20.5 Polyb. 5.20.12 (English) >>Polyb. 5.21.7

5.20.9 διόπερ Λυκοῦργος τῶν μὲν ἵππων ἐγκρατὴς ἐγένετο τῶν πλείστων καὶ τῆς ἀποσκευῆς, τῶν δʼ ἀνδρῶν ζωγρίᾳ μὲν οὐδενὸς ἐκυρίευσε, τῶν δʼ ἱππέων ὀκτὼ μόνον ἀπέκτεινε. 5.20.10

Μεσσήνιοι μὲν οὖν τοιαύτῃ περιπετείᾳ χρησάμενοι πάλιν διʼ Ἄργους εἰς τὴν οἰκείαν ἀνεκομίσθησαν. 5.20.11 δὲ Λυκοῦργος μετεωρισθεὶς ἐπὶ τῷ γεγονότι, παραγενόμενος εἰς τὴν Λακεδαίμονα περὶ παρασκευὴν ἐγίνετο καὶ συνήδρευε μετὰ τῶν φίλων, ὡς οὐκ ἐάσων τὸν Φίλιππον ἐπανελθεῖν ἐκ τῆς χώρας ἄνευ κινδύνου καὶ συμπλοκῆς. 5.20.12 δὲ βασιλεὺς ἐκ τῆς Ἑλείας ἀναζεύξας προῆγε, πορθῶν ἅμα τὴν χώραν, καὶ τεταρταῖος αὖθις εἰς τὰς Ἀμύκλας κατῆρε παντὶ τῷ στρατεύματι περὶ μέσον ἡμέρας.

5.21.1

Λυκοῦργος δὲ διαταξάμενος περὶ τοῦ μέλλοντος κινδύνου τοῖς ἡγεμόσι καὶ τοῖς φίλοις, αὐτὸς μὲν ἐξελθὼν ἐκ τῆς πόλεως κατελάβετο τοὺς περὶ τὸ Μενελάιον τόπους, ἔχων τοὺς πάντας οὐκ ἐλάττους δισχιλίων, 5.21.2 τοῖς δʼ ἐν τῇ πόλει συνέθετο προσέχειν τὸν νοῦν, ἵνʼ ὅταν αὐτοῖς αἴρῃ τὸ σύνθημα, σπουδῇ κατὰ πλείους τόπους ἐξαγαγόντες πρὸ τῆς πόλεως τὴν δύναμιν ἐκτάττωσι, βλέπουσαν ἐπὶ τὸν Εὐρώταν, καθʼ ὃν ἐλάχιστον τόπον ἀπέχει τῆς πόλεως ποταμός. 5.21.3 τὰ μὲν οὖν περὶ τὸν Λυκοῦργον καὶ τοὺς Λακεδαιμονίους ἐν τούτοις ἦν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.20.5 Polyb. 5.20.12 (English) >>Polyb. 5.21.7

Powered by PhiloLogic