Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.19.4 Polyb. 5.20.2 (English) >>Polyb. 5.20.10

5.19.8 ὅθεν ἀφιεὶς τὰς προνομὰς αὐτόν τε τὸν τόπον τοῦτον πάντα κατεπυρπόλει καὶ διέφθειρε τοὺς ἐν αὐτῷ καρπούς, ἀφικνεῖτο δὲ ταῖς προνομαῖς καὶ πρὸς Ἀκρίας καὶ Λεύκας, ἔτι δὲ καὶ τὴν τῶν Βοιῶν χώραν.

5.20.1

Οἱ δὲ Μεσσήνιοι, κομισάμενοι τὰ γράμματα τὰ παρὰ τοῦ Φιλίππου τὰ περὶ τῆς στρατείας, τῇ μὲν ὁρμῇ τῶν ἄλλων οὐκ ἐλείποντο συμμάχων, ἀλλὰ τὴν ἔξοδον ἐποιήσαντο μετὰ σπουδῆς καὶ τοὺς ἀκμαιοτάτους ἄνδρας ἐξέπεμψαν, πεζοὺς μὲν δισχιλίους, ἱππεῖς δὲ διακοσίους. 5.20.2 τῷ δὲ μήκει τῆς ὁδοῦ καθυστερήσαντες τῆς εἰς τὴν Τεγέαν παρουσίας τοῦ Φιλίππου, τὸ μὲν πρῶτον ἠπόρουν τί δέον εἴη ποιεῖν· 5.20.3 ἀγωνιῶντες δὲ μὴ δόξαιεν ἐθελοκακεῖν διὰ τὰς προγεγενημένας περὶ αὐτοὺς ὑποψίας, ὥρμησαν διὰ τῆς Ἀργείας εἰς τὴν Λακωνικήν, βουλόμενοι συνάψαι τοῖς περὶ τὸν Φίλιππον. 5.20.4 παραγενόμενοι δὲ πρὸς Γλυμπεῖς χωρίον, κεῖται περὶ τοὺς ὅρους τῆς Ἀργείας καὶ Λακωνικῆς, πρὸς τοῦτο κατεστρατοπέδευσαν ἀπείρως ἅμα καὶ ῥᾳθύμως· 5.20.5 οὔτε γὰρ τάφρον οὔτε χάρακα τῇ παρεμβολῇ περιέβαλον οὔτε τόπον εὐφυῆ περιέβλεψαν, ἀλλὰ τῇ τῶν κατοικούντων τὸ χωρίον εὐνοίᾳ πιστεύοντες ἀκάκως πρὸ τοῦ τείχους αὐτοῦ παρενέβαλον. 5.20.6 δὲ Λυκοῦργος, προσαγγελθείσης αὐτῷ τῆς τῶν Μεσσηνίων παρουσίας, ἀναλαβὼν τοὺς μισθοφόρους καί τινας τῶν Λακεδαιμονίων προῆγε, καὶ συνάψας τοῖς τόποις ὑπὸ τὴν ἑωθινὴν ἐπέθετο τῇ στρατοπεδείᾳ τολμηρῶς. οἱ δὲ Μεσσήνιοι,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.19.4 Polyb. 5.20.2 (English) >>Polyb. 5.20.10

Powered by PhiloLogic