Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.21.3 Polyb. 5.21.10 (English) >>Polyb. 5.22.7

5.21.7 οὐ παρολιγωρητέον τῆς τῶν τόπων ὑπογραφῆς ἐν οὐδʼ ὁποίᾳ μὲν τῶν πράξεων, ἥκιστα δʼ ἐν ταῖς πολεμικαῖς, οὐδʼ ὀκνητέον ποτὲ μὲν λιμέσι καὶ πελάγεσι καὶ νήσοις συγχρῆσθαι σημείοις, ποτὲ δὲ πάλιν ἱεροῖς, ὄρεσι, 5.21.8 χώραις ἐπωνύμοις, τὸ δὲ τελευταῖον ταῖς ἐκ τοῦ περιέχοντος διαφοραῖς, ἐπειδὴ κοινόταται πᾶσιν ἀνθρώποις εἰσὶν αὗται· 5.21.9 μόνως γὰρ οὕτως δυνατὸν εἰς ἔννοιαν ἀγαγεῖν τῶν ἀγνοουμένων τοὺς ἀκούοντας, καθάπερ καὶ πρότερον εἰρήκαμεν. 5.21.10 ἔστι δʼ τῶν τόπων φύσις τοιαύτη ὑπὲρ ὧν νῦν δὴ λόγος.

5.22.1

τῆς γὰρ Σπάρτης τῷ μὲν καθόλου σχήματι περιφεροῦς ὑπαρχούσης καὶ κειμένης ἐν τόποις ἐπιπέδοις, κατὰ μέρος δὲ περιεχούσης ἐν αὑτῇ διαφόρους ἀνωμάλους καὶ βουνώδεις τόπους, 5.22.2 τοῦ δὲ ποταμοῦ παραρρέοντος ἐκ τῶν πρὸς ἀνατολὰς αὐτῆς μερῶν, ὃς καλεῖται μὲν Εὐρώτας, γίνεται δὲ τὸν πλείω χρόνον ἄβατος διὰ τὸ μέγεθος, 5.22.3 συμβαίνει τοὺς βουνοὺς ἐφʼ ὧν τὸ Μενελάιόν ἐστι πέραν μὲν εἶναι τοῦ ποταμοῦ, κεῖσθαι δὲ τῆς πόλεως κατὰ χειμερινὰς ἀνατολάς, ὄντας τραχεῖς καὶ δυσβάτους καὶ διαφερόντως ὑψηλούς, ἐπικεῖσθαι δὲ τῷ πρὸς τὴν πόλιν τοῦ ποταμοῦ διαστήματι κυρίως, 5.22.4 διʼ οὗ φέρεται μὲν προειρημένος ποταμὸς παρʼ αὐτὴν τὴν τοῦ λόφου ῥίζαν, ἔστι δʼ οὐ πλεῖον τὸ πᾶν διάστημα τριῶν ἡμισταδίων·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.21.3 Polyb. 5.21.10 (English) >>Polyb. 5.22.7

Powered by PhiloLogic