Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.20.7 Polyb. 5.21.2 (English) >>Polyb. 5.21.8

5.20.11 δὲ Λυκοῦργος μετεωρισθεὶς ἐπὶ τῷ γεγονότι, παραγενόμενος εἰς τὴν Λακεδαίμονα περὶ παρασκευὴν ἐγίνετο καὶ συνήδρευε μετὰ τῶν φίλων, ὡς οὐκ ἐάσων τὸν Φίλιππον ἐπανελθεῖν ἐκ τῆς χώρας ἄνευ κινδύνου καὶ συμπλοκῆς. 5.20.12 δὲ βασιλεὺς ἐκ τῆς Ἑλείας ἀναζεύξας προῆγε, πορθῶν ἅμα τὴν χώραν, καὶ τεταρταῖος αὖθις εἰς τὰς Ἀμύκλας κατῆρε παντὶ τῷ στρατεύματι περὶ μέσον ἡμέρας.

5.21.1

Λυκοῦργος δὲ διαταξάμενος περὶ τοῦ μέλλοντος κινδύνου τοῖς ἡγεμόσι καὶ τοῖς φίλοις, αὐτὸς μὲν ἐξελθὼν ἐκ τῆς πόλεως κατελάβετο τοὺς περὶ τὸ Μενελάιον τόπους, ἔχων τοὺς πάντας οὐκ ἐλάττους δισχιλίων, 5.21.2 τοῖς δʼ ἐν τῇ πόλει συνέθετο προσέχειν τὸν νοῦν, ἵνʼ ὅταν αὐτοῖς αἴρῃ τὸ σύνθημα, σπουδῇ κατὰ πλείους τόπους ἐξαγαγόντες πρὸ τῆς πόλεως τὴν δύναμιν ἐκτάττωσι, βλέπουσαν ἐπὶ τὸν Εὐρώταν, καθʼ ὃν ἐλάχιστον τόπον ἀπέχει τῆς πόλεως ποταμός. 5.21.3 τὰ μὲν οὖν περὶ τὸν Λυκοῦργον καὶ τοὺς Λακεδαιμονίους ἐν τούτοις ἦν. 5.21.4

Ἵνα δὲ μὴ τῶν τόπων ἀγνοουμένων ἀνυπότακτα καὶ κωφὰ γίνηται τὰ λεγόμενα, συνυποδεικτέον ἂν εἴη τὴν φύσιν καὶ τάξιν αὐτῶν, 5.21.5 δὴ καὶ παρʼ ὅλην τὴν πραγματείαν πειρώμεθα ποιεῖν, συνάπτοντες καὶ συνοικειοῦντες ἀεὶ τοὺς ἀγνοουμένους τῶν τόπων τοῖς γνωριζομένοις καὶ παραδιδομένοις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.20.7 Polyb. 5.21.2 (English) >>Polyb. 5.21.8

Powered by PhiloLogic