Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.22.6 Polyb. 5.23.1 (English) >>Polyb. 5.23.9

5.22.9 ἀναλαβὼν οὖν τούς τε μισθοφόρους καὶ τοὺς πελταστάς, ἐπὶ δὲ τούτοις καὶ τοὺς Ἰλλυριούς, προῆγε διαβὰς τὸν ποταμὸν ὡς ἐπὶ τοὺς λόφους. 5.22.10 δὲ Λυκοῦργος, συνθεωρῶν τὴν ἐπίνοιαν τοῦ Φιλίππου, τοὺς μὲν μεθʼ ἑαυτοῦ στρατιώτας ἡτοίμαζε καὶ παρεκάλει πρὸς τὸν κίνδυνον, τοῖς δʼ ἐν τῇ πόλει τὸ σημεῖον ἀνέφηνεν. 5.22.11 οὗ γενομένου παραυτίκα τοὺς πολιτικούς, οἷς ἐπιμελὲς ἦν, ἐξῆγον κατὰ τὸ συντεταγμένον πρὸ τοῦ τείχους, ποιοῦντες ἐπὶ τοῦ δεξιοῦ κέρατος

5.23.1

τοὺς ἱππεῖς. δὲ Φίλιππος ἐγγίσας τοῖς περὶ τὸν Λυκοῦργον τὸ μὲν πρῶτον αὐτοὺς ἐφῆκε τοὺς μισθοφόρους, 5.23.2 ἐξ οὗ καὶ συνέβη τὰς ἀρχὰς ἐπικυδεστέρως ἀγωνίζεσθαι τοὺς παρὰ τῶν Λακεδαιμονίων, ἅτε καὶ τοῦ καθοπλισμοῦ καὶ τῶν τόπων αὐτοῖς οὐ μικρὰ συμβαλλομένων. 5.23.3 ἐπεὶ δὲ τοὺς μὲν πελταστὰς Φίλιππος ὑπέβαλε τοῖς ἀγωνιζομένοις, ἐφεδρείας ἔχοντας τάξιν, τοῖς δʼ Ἰλλυριοῖς ὑπεράρας ἐκ πλαγίων ἐποιεῖτο τὴν ἔφοδον, 5.23.4 τότε συνέβη τοὺς μὲν παρὰ τοῦ Φιλίππου μισθοφόρους ἐπαρθέντας τῇ τῶν Ἰλλυριῶν καὶ πελταστῶν ἐφεδρείᾳ πολλαπλασίως ἐπιρρωσθῆναι πρὸς τὸν κίνδυνον, τοὺς δὲ παρὰ τοῦ Λυκούργου, καταπλαγέντας τὴν τῶν βαρέων ὅπλων ἔφοδον, ἐγκλίναντας φυγεῖν. 5.23.5 ἔπεσον μὲν οὖν αὐτῶν εἰς ἑκατόν, ἑάλωσαν δὲ μικρῷ πλείους· οἱ δὲ λοιποὶ διέφυγον εἰς τὴν πόλιν. δὲ Λυκοῦργος αὐτὸς ταῖς ἀνοδίαις ὁρμήσας νύκτωρ μετʼ ὀλίγων ἐποιήσατο τὴν εἰς πόλιν πάροδον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.22.6 Polyb. 5.23.1 (English) >>Polyb. 5.23.9

Powered by PhiloLogic