Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.22.10 Polyb. 5.23.6 (English) >>Polyb. 5.24.3

5.23.4 τότε συνέβη τοὺς μὲν παρὰ τοῦ Φιλίππου μισθοφόρους ἐπαρθέντας τῇ τῶν Ἰλλυριῶν καὶ πελταστῶν ἐφεδρείᾳ πολλαπλασίως ἐπιρρωσθῆναι πρὸς τὸν κίνδυνον, τοὺς δὲ παρὰ τοῦ Λυκούργου, καταπλαγέντας τὴν τῶν βαρέων ὅπλων ἔφοδον, ἐγκλίναντας φυγεῖν. 5.23.5 ἔπεσον μὲν οὖν αὐτῶν εἰς ἑκατόν, ἑάλωσαν δὲ μικρῷ πλείους· οἱ δὲ λοιποὶ διέφυγον εἰς τὴν πόλιν. δὲ Λυκοῦργος αὐτὸς ταῖς ἀνοδίαις ὁρμήσας νύκτωρ μετʼ ὀλίγων ἐποιήσατο τὴν εἰς πόλιν πάροδον. 5.23.6 Φίλιππος δὲ τοὺς μὲν λόφους τοῖς Ἰλλυριοῖς κατελάβετο, τοὺς δʼ εὐζώνους ἔχων καὶ πελταστὰς ἐπανῄει πρὸς τὴν δύναμιν. 5.23.7 Ἄρατος δὲ κατὰ τὸν καιρὸν τοῦτον, ἄγων ἐκ τῶν Ἀμυκλῶν τὴν φάλαγγα, σύνεγγυς ἦν ἤδη τῆς πόλεως. 5.23.8 μὲν οὖν βασιλεὺς διαβὰς τὸν ποταμὸν ἐφήδρευε τοῖς εὐζώνοις καὶ πελτασταῖς, ἔτι δὲ τοῖς ἱππεῦσιν, ἕως τὰ βαρέα τῶν ὅπλων ὑπʼ αὐτοὺς τοὺς βουνοὺς ἀσφαλῶς διῄει τὰς δυσχωρίας. 5.23.9 τῶν δʼ ἐκ τῆς πόλεως ἐπιβαλομένων ἐγχειρεῖν τοῖς ἐφεδρεύουσι τῶν ἱππέων, καὶ γενομένης συμπλοκῆς ὁλοσχερεστέρας, καὶ τῶν πελταστῶν εὐψύχως ἀγωνισαμένων, 5.23.10 καὶ περὶ τοῦτον τὸν καιρὸν Φίλιππος ὁμολογούμενον προτέρημα ποιήσας, καὶ συνδιώξας τοὺς τῶν Λακεδαιμονίων ἱππεῖς εἰς τὰς πύλας, μετὰ ταῦτα διαβὰς ἀσφαλῶς τὸν Εὐρώταν ἀπουράγει τοῖς αὑτοῦ φαλαγγίταις



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.22.10 Polyb. 5.23.6 (English) >>Polyb. 5.24.3

Powered by PhiloLogic