Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.24.2 Polyb. 5.24.9 (English) >>Polyb. 5.25.5

5.24.6 πλὴν γε Φίλιππος, καταστρατοπεδεύσας ἐν τούτῳ μετʼ ἀσφαλείας, τῇ κατὰ πόδας ἡμέρᾳ τὴν μὲν ἀποσκευὴν προαπέστειλε, τὴν δὲ δύναμιν ἐξέταξεν ἐν τοῖς ἐπιπέδοις εὐσύνοπτον τοῖς ἐκ τῆς πόλεως. 5.24.7 χρόνον μὲν οὖν τινα βραχὺν ἔμεινε, μετὰ δὲ ταῦτα κλίνας ἐπὶ κέρας ἦγε ποιούμενος τὴν πορείαν ὡς ἐπὶ Τεγέαν. 5.24.8 συνάψας δὲ τοῖς τόποις ἐν οἷς Ἀντίγονος καὶ Κλεομένης συνεστήσαντο τὸν κίνδυνον, αὐτοῦ κατεστρατοπέδευσε. 5.24.9 τῇ δʼ ἑξῆς θεασάμενος τοὺς τόπους καὶ θύσας τοῖς θεοῖς ἐφʼ ἑκατέρου τῶν λόφων, ὧν μὲν Ὄλυμπος, δʼ Εὔας καλεῖται, μετὰ ταῦτα προῆγε, στερροποιησάμενος τὴν οὐραγίαν. 5.24.10 ἀφικόμενος δʼ εἰς Τεγέαν καὶ λαφυροπωλήσας πᾶσαν τὴν λείαν, καὶ μετὰ ταῦτα ποιησάμενος διʼ Ἄργους τὴν πορείαν, ἧκε μετὰ τῆς δυνάμεως εἰς Κόρινθον. 5.24.11 παρόντων δὲ πρεσβευτῶν παρά τε Ῥοδίων καὶ Χίων περὶ διαλύσεως τοῦ πολέμου, χρηματίσας τούτοις καὶ συνυποκριθεὶς καὶ φήσας ἕτοιμος εἶναι διαλύεσθαι καὶ νῦν καὶ πάλαι πρὸς Αἰτωλούς, τούτους μὲν ἐξέπεμπε, διαλέγεσθαι κελεύσας καὶ τοῖς Αἰτωλοῖς περὶ τῆς διαλύσεως, 5.24.12 αὐτὸς δὲ καταβὰς εἰς τὸ Λέχαιον ἐγίνετο περὶ πλοῦν, ἔχων τινὰς πράξεις ὁλοσχερεστέρας ἐν τοῖς περὶ Φωκίδα τόποις.

5.25.1

Κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ περὶ τὸν Λεόντιον καὶ Μεγαλέαν καὶ Πτολεμαῖον, ἔτι πεπεισμένοι καταπλήξεσθαι τὸν Φίλιππον καὶ λύειν τῷ τοιούτῳ τρόπῳ τὰς προγεγενημένας ἁμαρτίας, ἐνέβαλον λόγους εἴς τε τοὺς πελταστὰς καὶ τοὺς ἐκ τοῦ λεγομένου παρὰ τοῖς Μακεδόσιν ἀγήματος,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.24.2 Polyb. 5.24.9 (English) >>Polyb. 5.25.5

Powered by PhiloLogic