Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.24 Polyb. 5.25 (English) >>Polyb. 5.26

5.25.1

Κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ περὶ τὸν Λεόντιον καὶ Μεγαλέαν καὶ Πτολεμαῖον, ἔτι πεπεισμένοι καταπλήξεσθαι τὸν Φίλιππον καὶ λύειν τῷ τοιούτῳ τρόπῳ τὰς προγεγενημένας ἁμαρτίας, ἐνέβαλον λόγους εἴς τε τοὺς πελταστὰς καὶ τοὺς ἐκ τοῦ λεγομένου παρὰ τοῖς Μακεδόσιν ἀγήματος, 5.25.2 ὅτι κινδυνεύουσι μὲν ὑπὲρ πάντων, γίνεται δʼ αὐτοῖς οὐδὲν τῶν δικαίων οὐδὲ κομίζονται τελείας τὰς ὠφελείας τὰς γινομένας αὐτοῖς ἐκ τῶν ἐθισμῶν. 5.25.3 διʼ ὧν παρώξυναν τοὺς νεανίσκους συστραφέντας ἐγχειρῆσαι διαρπάζειν μὲν τὰς τῶν ἐπιφανεστάτων φίλων καταλύσεις, ἐκβάλλειν δὲ τὰς θύρας καὶ κατακόπτειν τὸν κέραμον τῆς τοῦ βασιλέως αὐλῆς. 5.25.4 τούτων δὲ συμβαινόντων, καὶ τῆς πόλεως ὅλης ἐν θορύβῳ καὶ ταραχῇ καθεστώσης, ἀκούσας Φίλιππος, ἧκε μετὰ σπουδῆς ἐκ τοῦ Λεχαίου θέων εἰς τὴν πόλιν. 5.25.5 καὶ συναγαγὼν εἰς τὸ θέατρον τοὺς Μακεδόνας τὰ μὲν παρεκάλει, τὰ δʼ ἐπέπληττε πᾶσιν ἐπὶ τοῖς πεπραγμένοις. 5.25.6 θορύβου δʼ ὄντος καὶ πολλῆς ἀκρισίας, καὶ τῶν μὲν οἰομένων δεῖν ἄγειν καὶ καταλεύειν τοὺς αἰτίους, τῶν δὲ διαλύεσθαι καὶ μηδενὶ μνησικακεῖν, 5.25.7 τότε μὲν ὑποκριθεὶς ὡς πεπεισμένος καὶ παρακαλέσας πάντας ἐπανῆλθε, σαφῶς μὲν εἰδὼς τοὺς ἀρχηγοὺς τῆς κινήσεως γεγονότας, οὐ προσποιηθεὶς δὲ διὰ τὸν καιρόν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.24 Polyb. 5.25 (English) >>Polyb. 5.26

Powered by PhiloLogic