Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.24.9 Polyb. 5.25.5 (English) >>Polyb. 5.26.5

5.25.2 ὅτι κινδυνεύουσι μὲν ὑπὲρ πάντων, γίνεται δʼ αὐτοῖς οὐδὲν τῶν δικαίων οὐδὲ κομίζονται τελείας τὰς ὠφελείας τὰς γινομένας αὐτοῖς ἐκ τῶν ἐθισμῶν. 5.25.3 διʼ ὧν παρώξυναν τοὺς νεανίσκους συστραφέντας ἐγχειρῆσαι διαρπάζειν μὲν τὰς τῶν ἐπιφανεστάτων φίλων καταλύσεις, ἐκβάλλειν δὲ τὰς θύρας καὶ κατακόπτειν τὸν κέραμον τῆς τοῦ βασιλέως αὐλῆς. 5.25.4 τούτων δὲ συμβαινόντων, καὶ τῆς πόλεως ὅλης ἐν θορύβῳ καὶ ταραχῇ καθεστώσης, ἀκούσας Φίλιππος, ἧκε μετὰ σπουδῆς ἐκ τοῦ Λεχαίου θέων εἰς τὴν πόλιν. 5.25.5 καὶ συναγαγὼν εἰς τὸ θέατρον τοὺς Μακεδόνας τὰ μὲν παρεκάλει, τὰ δʼ ἐπέπληττε πᾶσιν ἐπὶ τοῖς πεπραγμένοις. 5.25.6 θορύβου δʼ ὄντος καὶ πολλῆς ἀκρισίας, καὶ τῶν μὲν οἰομένων δεῖν ἄγειν καὶ καταλεύειν τοὺς αἰτίους, τῶν δὲ διαλύεσθαι καὶ μηδενὶ μνησικακεῖν, 5.25.7 τότε μὲν ὑποκριθεὶς ὡς πεπεισμένος καὶ παρακαλέσας πάντας ἐπανῆλθε, σαφῶς μὲν εἰδὼς τοὺς ἀρχηγοὺς τῆς κινήσεως γεγονότας, οὐ προσποιηθεὶς δὲ διὰ τὸν καιρόν.

5.26.1

Μετὰ δὲ τὴν ταραχὴν ταύτην αἱ μὲν ἐν τῇ Φωκίδι προφανεῖσαι πράξεις ἐμποδισμούς τινας ἔσχον· οἱ δὲ περὶ τὸν Λεόντιον, 5.26.2 ἀπεγνωκότες τὰς ἐν αὑτοῖς ἐλπίδας διὰ τὸ μηδὲν σφίσι προχωρεῖν τῶν ἐπινοουμένων, κατέφευγον ἐπὶ τὸν Ἀπελλῆν καὶ διαπεμπόμενοι συνεχῶς ἐκάλουν αὐτὸν ἐκ τῆς Χαλκίδος, ἀπολογιζόμενοι τὴν περὶ σφᾶς ἀπορίαν καὶ δυσχρηστίαν ἐκ τῆς πρὸς τὸν βασιλέα διαφορᾶς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.24.9 Polyb. 5.25.5 (English) >>Polyb. 5.26.5

Powered by PhiloLogic