Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.24.12 Polyb. 5.26.1 (English) >>Polyb. 5.26.8

5.25.5 καὶ συναγαγὼν εἰς τὸ θέατρον τοὺς Μακεδόνας τὰ μὲν παρεκάλει, τὰ δʼ ἐπέπληττε πᾶσιν ἐπὶ τοῖς πεπραγμένοις. 5.25.6 θορύβου δʼ ὄντος καὶ πολλῆς ἀκρισίας, καὶ τῶν μὲν οἰομένων δεῖν ἄγειν καὶ καταλεύειν τοὺς αἰτίους, τῶν δὲ διαλύεσθαι καὶ μηδενὶ μνησικακεῖν, 5.25.7 τότε μὲν ὑποκριθεὶς ὡς πεπεισμένος καὶ παρακαλέσας πάντας ἐπανῆλθε, σαφῶς μὲν εἰδὼς τοὺς ἀρχηγοὺς τῆς κινήσεως γεγονότας, οὐ προσποιηθεὶς δὲ διὰ τὸν καιρόν.

5.26.1

Μετὰ δὲ τὴν ταραχὴν ταύτην αἱ μὲν ἐν τῇ Φωκίδι προφανεῖσαι πράξεις ἐμποδισμούς τινας ἔσχον· οἱ δὲ περὶ τὸν Λεόντιον, 5.26.2 ἀπεγνωκότες τὰς ἐν αὑτοῖς ἐλπίδας διὰ τὸ μηδὲν σφίσι προχωρεῖν τῶν ἐπινοουμένων, κατέφευγον ἐπὶ τὸν Ἀπελλῆν καὶ διαπεμπόμενοι συνεχῶς ἐκάλουν αὐτὸν ἐκ τῆς Χαλκίδος, ἀπολογιζόμενοι τὴν περὶ σφᾶς ἀπορίαν καὶ δυσχρηστίαν ἐκ τῆς πρὸς τὸν βασιλέα διαφορᾶς. 5.26.3 συνέβαινε δὲ τὸν Ἀπελλῆν πεποιῆσθαι τὴν ἐν τῇ Χαλκίδι διατριβὴν ἐξουσιαστικώτερον τοῦ καθήκοντος αὐτῷ· 5.26.4 τὸν μὲν γὰρ βασιλέα, νέον ἔτι καὶ τὸ πλεῖον ὑφʼ αὑτὸν ὄντα καὶ μηδενὸς κύριον ἀπεδείκνυε, τὸν δὲ τῶν πραγμάτων χειρισμὸν καὶ τὴν τῶν ὅλων ἐξουσίαν εἰς αὑτὸν ἐπανῆγε. 5.26.5 διόπερ οἵ τʼ ἀπὸ Μακεδονίας καὶ Θετταλίας ἐπιστάται καὶ χειρισταὶ τὴν ἀναφορὰν ἐποιοῦντο πρὸς ἐκεῖνον, αἵ τε κατὰ τὴν Ἑλλάδα πόλεις ἐν τοῖς ψηφίσμασι καὶ τιμαῖς καὶ δωρεαῖς ἐπὶ βραχὺ μὲν ἐμνημόνευον τοῦ βασιλέως, τὸ δʼ ὅλον αὐτοῖς ἦν καὶ τὸ πᾶν Ἀπελλῆς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.24.12 Polyb. 5.26.1 (English) >>Polyb. 5.26.8

Powered by PhiloLogic