Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.26.9 Polyb. 5.26.16 (English) >>Polyb. 5.27.6

5.26.13 ὄντως γάρ εἰσιν οὗτοι παραπλήσιοι ταῖς ἐπὶ τῶν ἀβακίων ψήφοις· ἐκεῖναί τε γὰρ κατὰ τὴν τοῦ ψηφίζοντος βούλησιν ἄρτι χαλκοῦν καὶ παραυτίκα τάλαντον ἰσχύουσιν, οἵ τε περὶ τὰς αὐλὰς κατὰ τὸ τοῦ βασιλέως νεῦμα μακάριοι καὶ παρὰ πόδας ἐλεεινοὶ γίνονται. 5.26.14 δὲ Μεγαλέας, ὁρῶν παρὰ δόξαν ἐκβαίνουσαν αὑτοῖς τὴν ἐπικουρίαν τὴν κατὰ τὸν Ἀπελλῆν, φόβου πλήρης ἦν καὶ περὶ δρασμὸν ἐγένετο. 5.26.15 δʼ Ἀπελλῆς ἐπὶ μὲν τὰς συνουσίας καὶ τοιαῦτα τῶν τιμῶν παρελαμβάνετο, τῶν δὲ διαβουλίων καὶ τῆς μεθʼ ἡμέραν συμπεριφορᾶς οὐ μετεῖχε. 5.26.16 ταῖς δʼ ἑξῆς ἡμέραις βασιλεὺς ἐπὶ τὰς κατὰ τὴν Φωκίδα πράξεις πάλιν ἐκ τοῦ Λεχαίου ποιούμενος τὸν πλοῦν ἐπεσπάσατο τὸν Ἀπελλῆν. διαπεσούσης δʼ αὐτῷ τῆς ἐπιβολῆς, οὗτος μὲν αὖτις ἐξ

5.27.1

Ἐλατείας ἀνέστρεφε, κατὰ δὲ τὸν καιρὸν τοῦτον Μεγαλέας εἰς τὰς Ἀθήνας ἀπεχώρησε, καταλιπὼν τὸν Λεόντιον ἐν ἐγγύῃ τῶν εἴκοσι ταλάντων. 5.27.2 τῶν δʼ ἐν ταῖς Ἀθήναις στρατηγῶν οὐ προσδεξαμένων αὐτόν, μετῆλθε πάλιν εἰς τὰς Θήβας. 5.27.3 δὲ βασιλεὺς ἀναχθεὶς ἐκ τῶν κατὰ Κίρραν τόπων κατέπλευσε μετὰ τῶν ὑπασπιστῶν εἰς τὸν τῶν Σικυωνίων λιμένα, κἀκεῖθεν ἀναβὰς εἰς τὴν πόλιν τοὺς μὲν ἄρχοντας παρῃτήσατο, παρὰ δʼ Ἄρατον καταλύσας μετὰ τούτου τὴν πᾶσαν ἐποιεῖτο διαγωγήν, τῷ δʼ Ἀπελλῇ συνέταξε πλεῖν εἰς Κόρινθον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.26.9 Polyb. 5.26.16 (English) >>Polyb. 5.27.6

Powered by PhiloLogic