Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.26.9 Polyb. 5.27.1 (English) >>Polyb. 5.27.8

5.26.14 δὲ Μεγαλέας, ὁρῶν παρὰ δόξαν ἐκβαίνουσαν αὑτοῖς τὴν ἐπικουρίαν τὴν κατὰ τὸν Ἀπελλῆν, φόβου πλήρης ἦν καὶ περὶ δρασμὸν ἐγένετο. 5.26.15 δʼ Ἀπελλῆς ἐπὶ μὲν τὰς συνουσίας καὶ τοιαῦτα τῶν τιμῶν παρελαμβάνετο, τῶν δὲ διαβουλίων καὶ τῆς μεθʼ ἡμέραν συμπεριφορᾶς οὐ μετεῖχε. 5.26.16 ταῖς δʼ ἑξῆς ἡμέραις βασιλεὺς ἐπὶ τὰς κατὰ τὴν Φωκίδα πράξεις πάλιν ἐκ τοῦ Λεχαίου ποιούμενος τὸν πλοῦν ἐπεσπάσατο τὸν Ἀπελλῆν. διαπεσούσης δʼ αὐτῷ τῆς ἐπιβολῆς, οὗτος μὲν αὖτις ἐξ

5.27.1

Ἐλατείας ἀνέστρεφε, κατὰ δὲ τὸν καιρὸν τοῦτον Μεγαλέας εἰς τὰς Ἀθήνας ἀπεχώρησε, καταλιπὼν τὸν Λεόντιον ἐν ἐγγύῃ τῶν εἴκοσι ταλάντων. 5.27.2 τῶν δʼ ἐν ταῖς Ἀθήναις στρατηγῶν οὐ προσδεξαμένων αὐτόν, μετῆλθε πάλιν εἰς τὰς Θήβας. 5.27.3 δὲ βασιλεὺς ἀναχθεὶς ἐκ τῶν κατὰ Κίρραν τόπων κατέπλευσε μετὰ τῶν ὑπασπιστῶν εἰς τὸν τῶν Σικυωνίων λιμένα, κἀκεῖθεν ἀναβὰς εἰς τὴν πόλιν τοὺς μὲν ἄρχοντας παρῃτήσατο, παρὰ δʼ Ἄρατον καταλύσας μετὰ τούτου τὴν πᾶσαν ἐποιεῖτο διαγωγήν, τῷ δʼ Ἀπελλῇ συνέταξε πλεῖν εἰς Κόρινθον. 5.27.4 προσπεσόντων δὲ τῶν κατὰ τὸν Μεγαλέαν αὐτῷ, τοὺς μὲν πελταστάς, ὧν ἡγεῖτο Λεόντιος, εἰς τὴν Τριφυλίαν ἐξαπέστειλε μετὰ Ταυρίωνος, ὥς τινος χρείας κατεπειγούσης, τούτων δʼ ἀφορμησάντων, ἀπαγαγεῖν ἐκέλευσε τὸν Λεόντιον πρὸς τὴν ἀναδοχήν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.26.9 Polyb. 5.27.1 (English) >>Polyb. 5.27.8

Powered by PhiloLogic