Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.26.14 Polyb. 5.27.6 (English) >>Polyb. 5.28.6

5.27.4 προσπεσόντων δὲ τῶν κατὰ τὸν Μεγαλέαν αὐτῷ, τοὺς μὲν πελταστάς, ὧν ἡγεῖτο Λεόντιος, εἰς τὴν Τριφυλίαν ἐξαπέστειλε μετὰ Ταυρίωνος, ὥς τινος χρείας κατεπειγούσης, τούτων δʼ ἀφορμησάντων, ἀπαγαγεῖν ἐκέλευσε τὸν Λεόντιον πρὸς τὴν ἀναδοχήν. 5.27.5 συνέντες δʼ οἱ πελτασταὶ τὸ γεγονός, διαπεμψαμένου τινὰ πρὸς αὐτοὺς τοῦ Λεοντίου, πρεσβευτὰς ἐξαπέστειλαν πρὸς τὸν βασιλέα, παρακαλοῦντες, εἰ μὲν πρὸς ἄλλο τι πεποίηται τὴν ἀπαγωγὴν τοῦ Λεοντίου, μὴ χωρὶς αὑτῶν ποιήσασθαι τὴν ὑπὲρ τῶν ἐγκαλουμένων κρίσιν, 5.27.6 εἰ δὲ μή, ὅτι νομιοῦσι μεγαλείως παρολιγωρεῖσθαι καὶ καταγινώσκεσθαι πάντεςεἶχον γὰρ ἀεὶ τὴν τοιαύτην ἰσηγορίαν Μακεδόνες πρὸς τοὺς βασιλεῖς5.27.7 εἰ δὲ πρὸς τὴν ἐγγύην τοῦ Μεγαλέου, διότι τὰ χρήματα κατὰ κοινὸν εἰσενέγκαντες ἐκτίσουσιν αὐτοί. 5.27.8 τὸν μὲν οὖν Λεόντιον βασιλεὺς παροξυνθεὶς θᾶττον προέθετο διὰ τὴν τῶν πελταστῶν

5.28.1

φιλοτιμίαν ἐπανείλετο. οἱ δὲ παρὰ τῶν Ῥοδίων καὶ Χίων πρέσβεις ἐπανῆκον ἐκ τῆς Αἰτωλίας, ἀνοχάς τε πεποιημένοι τριακονθημέρους, καὶ πρὸς τὰς διαλύσεις ἑτοίμους φάσκοντες εἶναι τοὺς Αἰτωλούς, 5.28.2 καὶ τεταγμένοι ῥητὴν ἡμέραν, εἰς ἣν ἠξίουν τὸν Φίλιππον ἀπαντῆσαι πρὸς τὸ Ῥίον, ὑπισχνούμενοι πάντα ποιήσειν τοὺς Αἰτωλοὺς ἐφʼ συνθέσθαι τὴν εἰρήνην. 5.28.3 δὲ Φίλιππος, δεξάμενος τὰς ἀνοχάς, τοῖς μὲν συμμάχοις ἔγραψε, διασαφῶν πέμπειν εἰς Πάτρας τοὺς συνεδρεύσοντας καὶ βουλευσομένους ὑπὲρ τῆς πρὸς Αἰτωλοὺς διαλύσεως, αὐτὸς δʼ ἐκ τοῦ Λεχαίου κατέπλευσε δευτεραῖος εἰς τὰς Πάτρας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.26.14 Polyb. 5.27.6 (English) >>Polyb. 5.28.6

Powered by PhiloLogic