Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.27.4 Polyb. 5.28.3 (English) >>Polyb. 5.29.1

5.27.8 τὸν μὲν οὖν Λεόντιον βασιλεὺς παροξυνθεὶς θᾶττον προέθετο διὰ τὴν τῶν πελταστῶν

5.28.1

φιλοτιμίαν ἐπανείλετο. οἱ δὲ παρὰ τῶν Ῥοδίων καὶ Χίων πρέσβεις ἐπανῆκον ἐκ τῆς Αἰτωλίας, ἀνοχάς τε πεποιημένοι τριακονθημέρους, καὶ πρὸς τὰς διαλύσεις ἑτοίμους φάσκοντες εἶναι τοὺς Αἰτωλούς, 5.28.2 καὶ τεταγμένοι ῥητὴν ἡμέραν, εἰς ἣν ἠξίουν τὸν Φίλιππον ἀπαντῆσαι πρὸς τὸ Ῥίον, ὑπισχνούμενοι πάντα ποιήσειν τοὺς Αἰτωλοὺς ἐφʼ συνθέσθαι τὴν εἰρήνην. 5.28.3 δὲ Φίλιππος, δεξάμενος τὰς ἀνοχάς, τοῖς μὲν συμμάχοις ἔγραψε, διασαφῶν πέμπειν εἰς Πάτρας τοὺς συνεδρεύσοντας καὶ βουλευσομένους ὑπὲρ τῆς πρὸς Αἰτωλοὺς διαλύσεως, αὐτὸς δʼ ἐκ τοῦ Λεχαίου κατέπλευσε δευτεραῖος εἰς τὰς Πάτρας. 5.28.4 κατὰ δὲ τὸν καιρὸν τοῦτον ἐπιστολαί τινες ἀνεπέμφθησαν πρὸς αὐτὸν ἐκ τῶν κατὰ τὴν Φωκίδα τόπων, παρὰ τοῦ Μεγαλέα διαπεμπόμεναι πρὸς τοὺς Αἰτωλούς, ἐν αἷς ἦν παράκλησίς τε τῶν Αἰτωλῶν θαρρεῖν καὶ μένειν ἐν τῷ πολέμῳ, διότι τὰ κατὰ τὸν Φίλιππον ἔξω τελέως ἐστὶ διὰ τὴν ἀχορηγησίαν· πρὸς δὲ τούτοις κατηγορίαι τινὲς τοῦ βασιλέως καὶ λοιδορίαι φιλαπεχθεῖς ἦσαν. 5.28.5 ἀναγνοὺς δὲ ταύτας, καὶ νομίσας πάντων τῶν κακῶν ἀρχηγὸν εἶναι τὸν Ἀπελλῆν, τοῦτον μὲν εὐθέως φυλακὴν περιστήσας ἐξαπέστειλε μετὰ σπουδῆς εἰς τὸν Κόρινθον, ἅμα δὲ καὶ τὸν υἱὸν αὐτοῦ καὶ τὸν ἐρώμενον,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.27.4 Polyb. 5.28.3 (English) >>Polyb. 5.29.1

Powered by PhiloLogic