5.28.4 κατὰ δὲ τὸν καιρὸν τοῦτον ἐπιστολαί τινες ἀνεπέμφθησαν πρὸς αὐτὸν ἐκ τῶν κατὰ τὴν Φωκίδα τόπων, παρὰ τοῦ Μεγαλέα διαπεμπόμεναι πρὸς τοὺς Αἰτωλούς, ἐν αἷς ἦν παράκλησίς τε τῶν Αἰτωλῶν θαρρεῖν καὶ μένειν ἐν τῷ πολέμῳ, διότι τὰ κατὰ τὸν Φίλιππον ἔξω τελέως ἐστὶ διὰ τὴν ἀχορηγησίαν· πρὸς δὲ τούτοις κατηγορίαι τινὲς τοῦ βασιλέως καὶ λοιδορίαι φιλαπεχθεῖς ἦσαν.
5.28.5 ἀναγνοὺς δὲ ταύτας, καὶ νομίσας πάντων τῶν κακῶν ἀρχηγὸν εἶναι τὸν Ἀπελλῆν, τοῦτον μὲν εὐθέως φυλακὴν περιστήσας ἐξαπέστειλε μετὰ σπουδῆς εἰς τὸν Κόρινθον, ἅμα δὲ καὶ τὸν υἱὸν αὐτοῦ καὶ τὸν ἐρώμενον,
5.28.6 ἐπὶ δὲ τὸν Μεγαλέαν εἰς τὰς Θήβας Ἀλέξανδρον ἔπεμψε, προστάξας ἄγειν αὐτὸν ἐπὶ τὰς ἀρχὰς πρὸς τὴν ἐγγύην.
5.28.7 τοῦ δʼ Ἀλεξάνδρου τὸ προσταχθὲν ποιήσαντος, οὐχ ὑπέμεινε τὴν πρᾶξιν ὁ Μεγαλέας, ἀλλʼ αὑτῷ προσήνεγκε τὰς χεῖρας.
5.28.8 περὶ δὲ τὰς αὐτὰς ἡμέρας συνέβη καὶ τὸν Ἀπελλῆν μεταλλάξαι τὸν βίον, ἅμα δὲ καὶ τὸν υἱὸν καὶ τὸν ἐρώμενον.
5.28.9
Οὗτοι μὲν οὖν τῆς ἁρμοζούσης τυχόντες καταστροφῆς ἐξέλιπον τὸν βίον, καὶ μάλιστα διὰ τὴν
5.29.1
εἰς Ἄρατον γενομένην ἐξ αὐτῶν ἀσέλγειαν· οἱ δʼ Αἰτωλοὶ τὰ μὲν ἔσπευδον ποιήσασθαι τὴν εἰρήνην, πιεζόμενοι τῷ πολέμῳ, καὶ παρὰ δόξαν αὐτοῖς προχωρούντων τῶν πραγμάτων —