Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.28.5 Polyb. 5.29.2 (English) >>Polyb. 5.29.8

5.28.8 περὶ δὲ τὰς αὐτὰς ἡμέρας συνέβη καὶ τὸν Ἀπελλῆν μεταλλάξαι τὸν βίον, ἅμα δὲ καὶ τὸν υἱὸν καὶ τὸν ἐρώμενον. 5.28.9

Οὗτοι μὲν οὖν τῆς ἁρμοζούσης τυχόντες καταστροφῆς ἐξέλιπον τὸν βίον, καὶ μάλιστα διὰ τὴν

5.29.1

εἰς Ἄρατον γενομένην ἐξ αὐτῶν ἀσέλγειαν· οἱ δʼ Αἰτωλοὶ τὰ μὲν ἔσπευδον ποιήσασθαι τὴν εἰρήνην, πιεζόμενοι τῷ πολέμῳ, καὶ παρὰ δόξαν αὐτοῖς προχωρούντων τῶν πραγμάτων5.29.2 ἐλπίσαντες γὰρ ὡς παιδίῳ νηπίῳ χρήσασθαι τῷ Φιλίππῳ διά τε τὴν ἡλικίαν καὶ τὴν ἀπειρίαν, τὸν μὲν Φίλιππον εὗρον τέλειον ἄνδρα καὶ κατὰ τὰς ἐπιβολὰς καὶ κατὰ τὰς πράξεις, αὐτοὶ δʼ ἐφάνησαν εὐκαταφρόνητοι καὶ παιδαριώδεις ἔν τε τοῖς κατὰ μέρος καὶ τοῖς καθόλου πράγμασιν5.29.3 ἅμα δὲ προσπιπτούσης αὐτοῖς τῆς τε περὶ τοὺς πελταστὰς γενομένης ταραχῆς καὶ τῆς τῶν περὶ τὸν Ἀπελλῆν καὶ Λεόντιον ἀπωλείας ἐλπίσαντες μέγα τι καὶ δυσχερὲς κίνημα περὶ τὴν αὐλὴν εἶναι, παρεῖλκον ὑπερτιθέμενοι τὴν ἐπὶ τὸ Ῥίον ταχθεῖσαν ἡμέραν. 5.29.4 δὲ Φίλιππος, ἀσμένως ἐπιλαβόμενος τῆς προφάσεως ταύτης διὰ τὸ θαρρεῖν ἐπὶ τῷ πολέμῳ, καὶ προδιειληφὼς ἀποτρίβεσθαι τὰς διαλύσεις, τότε παρακαλέσας τοὺς ἀπηντηκότας τῶν συμμάχων οὐ τὰ πρὸς διαλύσεις πράττειν, ἀλλὰ τὰ πρὸς τὸν πόλεμον, ἀναχθεὶς αὖτις ἀπέπλευσεν εἰς τὸν Κόρινθον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.28.5 Polyb. 5.29.2 (English) >>Polyb. 5.29.8

Powered by PhiloLogic