Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.28.6 Polyb. 5.29.3 (English) >>Polyb. 5.30.1

5.29.1

εἰς Ἄρατον γενομένην ἐξ αὐτῶν ἀσέλγειαν· οἱ δʼ Αἰτωλοὶ τὰ μὲν ἔσπευδον ποιήσασθαι τὴν εἰρήνην, πιεζόμενοι τῷ πολέμῳ, καὶ παρὰ δόξαν αὐτοῖς προχωρούντων τῶν πραγμάτων5.29.2 ἐλπίσαντες γὰρ ὡς παιδίῳ νηπίῳ χρήσασθαι τῷ Φιλίππῳ διά τε τὴν ἡλικίαν καὶ τὴν ἀπειρίαν, τὸν μὲν Φίλιππον εὗρον τέλειον ἄνδρα καὶ κατὰ τὰς ἐπιβολὰς καὶ κατὰ τὰς πράξεις, αὐτοὶ δʼ ἐφάνησαν εὐκαταφρόνητοι καὶ παιδαριώδεις ἔν τε τοῖς κατὰ μέρος καὶ τοῖς καθόλου πράγμασιν5.29.3 ἅμα δὲ προσπιπτούσης αὐτοῖς τῆς τε περὶ τοὺς πελταστὰς γενομένης ταραχῆς καὶ τῆς τῶν περὶ τὸν Ἀπελλῆν καὶ Λεόντιον ἀπωλείας ἐλπίσαντες μέγα τι καὶ δυσχερὲς κίνημα περὶ τὴν αὐλὴν εἶναι, παρεῖλκον ὑπερτιθέμενοι τὴν ἐπὶ τὸ Ῥίον ταχθεῖσαν ἡμέραν. 5.29.4 δὲ Φίλιππος, ἀσμένως ἐπιλαβόμενος τῆς προφάσεως ταύτης διὰ τὸ θαρρεῖν ἐπὶ τῷ πολέμῳ, καὶ προδιειληφὼς ἀποτρίβεσθαι τὰς διαλύσεις, τότε παρακαλέσας τοὺς ἀπηντηκότας τῶν συμμάχων οὐ τὰ πρὸς διαλύσεις πράττειν, ἀλλὰ τὰ πρὸς τὸν πόλεμον, ἀναχθεὶς αὖτις ἀπέπλευσεν εἰς τὸν Κόρινθον. 5.29.5 καὶ τοὺς μὲν Μακεδόνας διὰ Θετταλίας ἀπέλυσε πάντας εἰς τὴν οἰκείαν παραχειμάσοντας, αὐτὸς δʼ ἀναχθεὶς ἐκ Κεγχρεῶν, καὶ παρὰ τὴν Ἀττικὴν κομισθεὶς διʼ Εὐρίπου, κατέπλευσεν εἰς Δημητριάδα· 5.29.6 κἀκεῖ Πτολεμαῖον, ὃς ἦν ἔτι λοιπὸς τῆς τῶν περὶ τὸν Λεόντιον ἑταιρείας, κρίνας ἐν τοῖς Μακεδόσιν ἀπέκτεινε.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.28.6 Polyb. 5.29.3 (English) >>Polyb. 5.30.1

Powered by PhiloLogic