Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.2.6 Polyb. 5.3.1 (English) >>Polyb. 5.3.7

5.2.10 κἀκεῖ διατρίβων οὕτως βεβαίως ἐτήρει τὰ κατὰ τοὺς ὅρκους, πάντων αὐτῷ πειθαρχούντων κατὰ τὴν προγεγενημένην πίστιν, ὥστε τὸ τελευταῖον ἀναγκασθῆναι τὸν βασιλέα διʼ ἀπορίαν ἐνέχυρα τιθέντα τῶν πρὸς τὴν χρείαν ἀργυρωμάτων ἀπὸ τούτων ποιεῖσθαι τὴν διαγωγήν. 5.2.11 ἡθροισμένων δὲ τῶν πλοίων, καὶ τῶν Μακεδόνων ἤδη ταῖς εἰρεσίαις κατηρτισμένων, σιτομετρήσας καὶ μισθοδοτήσας βασιλεὺς τὴν δύναμιν ἀνήχθη, καὶ κατῆρε δευτεραῖος εἰς Πάτρας, ἔχων Μακεδόνας μὲν ἑξακισχιλίους, μισθοφόρους δὲ χιλίους καὶ διακοσίους.

5.3.1

κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Δωρίμαχος τῶν Αἰτωλῶν στρατηγὸς Ἀγέλαον καὶ Σκόπαν ἐξαπέστειλε τοῖς Ἠλείοις μετὰ Νεοκρήτων πεντακοσίων· οἱ δʼ Ἠλεῖοι δεδιότες μὴ τὴν Κυλλήνην Φίλιππος ἐπιβάληται πολιορκεῖν, στρατιώτας τε μισθοφόρους συνήθροιζον καὶ τοὺς πολιτικοὺς ἡτοίμαζον, ὠχυροῦντο δὲ καὶ τὴν Κυλλήνην ἐπιμελῶς. 5.3.2 εἰς βλέπων Φίλιππος, τούς τε τῶν Ἀχαιῶν μισθοφόρους καὶ τῶν παρʼ αὑτῷ Κρητῶν καὶ τῶν Γαλατικῶν ἱππέων τινάς, σὺν δὲ τούτοις τῶν ἐξ Ἀχαΐας ἐπιλέκτων εἰς δισχιλίους πεζοὺς ἁθροίσας, ἐν τῇ τῶν Δυμαίων πόλει κατέλειπεν, ἅμα μὲν ἐφεδρείας ἔχοντας, ἅμα δὲ προφυλακῆς τάξιν πρὸς τὸν ἀπὸ τῆς Ἠλείας φόβον. 5.3.3 αὐτὸς δʼ, ἔτι πρότερον γεγραφὼς τοῖς Μεσσηνίοις καὶ τοῖς Ἠπειρώταις, ἔτι δὲ τοῖς Ἀκαρνᾶσι καὶ Σκερδιλαΐδᾳ, πληροῦν ἑκάστοις τὰ παρʼ αὑτοῖς πλοῖα καὶ συναντᾶν εἰς Κεφαλληνίαν, ἀναχθεὶς ἐκ τῶν Πατρῶν κατὰ τὴν σύνταξιν ἔπλει, καὶ προσέσχε τῆς Κεφαλληνίας κατὰ Πρόννους.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.2.6 Polyb. 5.3.1 (English) >>Polyb. 5.3.7

Powered by PhiloLogic