Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.3.4 Polyb. 5.3.10 (English) >>Polyb. 5.4.7

5.3.7 ἵνα πρῶτον μὲν Αἰτωλῶν παρέληται τὴν ἀναγκαιοτάτην ὑπηρεσίανταῖς γὰρ τῶν Κεφαλλήνων ναυσὶ χρώμενοι τάς τʼ εἰς Πελοπόννησον ἐποιοῦντο διαβάσεις καὶ τὰς Ἠπειρωτῶν ἔτι δʼ Ἀκαρνάνων ἐπόρθουν παραλίας5.3.8 δεύτερον δʼ ἵνα παρασκευάσῃ μὲν αὑτῷ, παρασκευάσῃ δὲ τοῖς συμμάχοις ὁρμητήριον εὐφυὲς κατὰ τῆς τῶν πολεμίων χώρας. 5.3.9 γὰρ Κεφαλληνία κεῖται μὲν κατὰ τὸν Κορινθιακὸν κόλπον ὡς εἰς τὸ Σικελικὸν ἀνατείνουσα πέλαγος, 5.3.10 ἐπίκειται δὲ τῆς μὲν Πελοποννήσου τοῖς πρὸς ἄρκτον καὶ πρὸς ἑσπέραν μέρεσι κεκλιμένοις καὶ μάλιστα τῇ τῶν Ἠλείων χώρᾳ, τῆς δʼ Ἠπείρου καὶ τῆς Αἰτωλίας ἔτι δὲ τῆς Ἀκαρνανίας τοῖς πρὸς μεσημβρίαν καὶ πρὸς τὰς δύσεις μέρεσιν ἐστραμμένοις.

5.4.1

διὸ καὶ πρός τε τὴν συναγωγὴν τῶν συμμάχων εὐφυῶς ἐχούσης καὶ κατὰ τῆς τῶν πολεμίων καὶ πρὸ τῆς τῶν φίλων χώρας εὐκαίρως κειμένης, ἔσπευδε χειρωσάμενος ὑφʼ αὑτὸν ποιήσασθαι τὴν νῆσον. 5.4.2 συνθεωρῶν δὲ τὰ μὲν ἄλλα πάντα μέρη τῆς πόλεως τὰ μὲν θαλάττῃ, τὰ δὲ κρημνοῖς περιεχόμενα, βραχὺν δέ τινα τόπον ἐπίπεδον αὐτῆς ὑπάρχοντα, τὸ πρὸς τὴν Ζάκυνθον ἐστραμμένον, τῇδε διενοεῖτο προσάγειν ἔργα καὶ τῇδε τὴν ὅλην συνίστασθαι πολιορκίαν. 5.4.3 μὲν οὖν βασιλεὺς περὶ ταῦτα καὶ πρὸς τούτοις ἦν. κατὰ δὲ τὸν καιρὸν τοῦτον πεντεκαίδεκα μὲν ἧκον λέμβοι παρὰ Σκερδιλαΐδουτοὺς γὰρ πλείστους ἐκωλύθη πέμψαι διὰ τὰς γενομένας ἐπιβουλὰς καὶ ταραχὰς περὶ τοὺς κατὰ τὴν Ἰλλυρίδα πολιδυνάστας



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.3.4 Polyb. 5.3.10 (English) >>Polyb. 5.4.7

Powered by PhiloLogic