Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.29.6 Polyb. 5.30.5 (English) >>Polyb. 5.31.2

5.30.2 εἰς βλέψας Πυρρίας παρὰ τῶν Αἰτωλῶν ἀπεσταλμένος στρατηγὸς τοῖς Ἠλείοις, ἔχων Αἰτωλῶν εἰς χιλίους καὶ τριακοσίους καὶ τοὺς τῶν Ἠλείων μισθοφόρους, ἅμα δὲ τούτοις πολιτικοὺς πεζοὺς μὲν εἰς χιλίους, ἱππεῖς δὲ διακοσίους, ὥστʼ εἶναι τοὺς πάντας εἰς τρισχιλίους, 5.30.3 οὐ μόνον τὴν τῶν Δυμαίων καὶ Φαραιέων συνεχῶς ἐπόρθει χώραν, ἀλλὰ καὶ τὴν τῶν Πατρέων. 5.30.4 τὸ δὲ τελευταῖον ἐπὶ τὸ Παναχαϊκὸν ὄρος καλούμενον ἐπιστρατοπεδεύσας, τὸ κείμενον ὑπὲρ τῆς τῶν Πατρέων πόλεως, ἐδῄου πᾶσαν τὴν ἐπὶ τὸ Ῥίον καὶ τὴν ἐπʼ Αἴγιον κεκλιμένην χώραν. 5.30.5 λοιπὸν αἱ μὲν πόλεις κακοπαθοῦσαι καὶ μὴ τυγχάνουσαι βοηθείας δυσχερῶς πως εἶχον πρὸς τὰς εἰσφοράς, οἱ δὲ στρατιῶται, τῶν ὀψωνίων παρελκομένων καὶ καθυστερούντων, τὸ παραπλήσιον ἐποίουν περὶ τὰς βοηθείας· 5.30.6 ἐξ ἀμφοῖν δὲ τῆς τοιαύτης ἀνταποδόσεως γινομένης, ἐπὶ τὸ χεῖρον προύβαινε τὰ πράγματα καὶ τέλος διελύθη τὸ ξενικόν. πάντα δὲ ταῦτα συνέβαινε γίνεσθαι διὰ τὴν τοῦ προεστῶτος ἀδυναμίαν. 5.30.7 ἐν τοιαύτῃ δʼ ὄντων διαθέσει τῶν κατὰ τοὺς Ἀχαιούς, καὶ τῶν χρόνων ἤδη καθηκόντων, Ἐπήρατος μὲν ἀπετίθετο τὴν ἀρχήν, οἱ δʼ Ἀχαιοὶ τῆς θερείας ἐναρχομένης στρατηγὸν αὑτῶν Ἄρατον κατέστησαν τὸν πρεσβύτερον.

Καὶ τὰ μὲν κατὰ τὴν Εὐρώπην ἐν τούτοις ἦν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.29.6 Polyb. 5.30.5 (English) >>Polyb. 5.31.2

Powered by PhiloLogic