Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.30.5 Polyb. 5.31.3 (English) >>Polyb. 5.32.1

5.30.8 ἡμεῖς δʼ ἐπειδὴ κατά τε τὴν τῶν χρόνων διαίρεσιν καὶ κατὰ τὴν τῶν πράξεων περιγραφὴν ἁρμόζοντα τόπον εἰλήφαμεν, μεταβάντες ἐπὶ τὰς κατὰ τὴν Ἀσίαν πράξεις τὰς κατὰ τὴν αὐτὴν ὀλυμπιάδα τοῖς προειρημένοις ἐπιτελεσθείσας αὖτις ὑπὲρ ἐκείνων ποιησόμεθα τὴν ἐξήγησιν,

5.31.1

καὶ πρῶτον ἐπιχειρήσομεν δηλοῦν κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν τὸν ὑπὲρ Κοίλης Συρίας Ἀντιόχῳ καὶ Πτολεμαίῳ συστάντα πόλεμον, 5.31.2 σαφῶς μὲν γινώσκοντες ὅτι κατὰ τὸν καιρὸν τοῦτον, εἰς ὃν ἐλήξαμεν τῶν Ἑλληνικῶν, ὅσον οὔπω κρίνεσθαι συνέβαινε καὶ πέρας λαμβάνειν αὐτόν, αἱρούμενοι δὲ τὴν τοιαύτην ἐπίστασιν καὶ διαίρεσιν τῆς ἐνεστώσης διηγήσεως. 5.31.3 τοῦ μὲν γὰρ μὴ τῆς τῶν κατὰ μέρος καιρῶν ἀκριβείας διαμαρτάνειν τοὺς ἀκούοντας ἱκανὴν τοῖς φιλομαθοῦσι πεπείσμεθα παρασκευάζειν ἐμπειρίαν ἐκ τοῦ τὰς ἑκάστων ἀρχὰς καὶ συντελείας παρυπομιμνήσκειν, καθʼ ὁποίους ἐγίνοντο καιροὺς τῆς ὑποκειμένης ὀλυμπιάδος καὶ τῶν Ἑλληνικῶν πράξεων· 5.31.4 τὸ δʼ εὐπαρακολούθητον καὶ σαφῆ γίνεσθαι τὴν διήγησιν οὐδὲν ἀναγκαιότερον ἐπὶ ταύτης τῆς ὀλυμπιάδος ἡγούμεθʼ εἶναι τοῦ μὴ συμπλέκειν ἀλλήλαις τὰς πράξεις, ἀλλὰ χωρίζειν καὶ διαιρεῖν αὐτὰς καθʼ ὅσον ἐστὶ δυνατόν, 5.31.5 μέχρις ἂν ἐπὶ τὰς ἑξῆς ὀλυμπιάδας ἐλθόντες κατʼ ἔτος ἀρξώμεθα γράφειν τὰς κατάλληλα γενομένας πράξεις. ἐπεὶ γὰρ οὐ τινά,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.30.5 Polyb. 5.31.3 (English) >>Polyb. 5.32.1

Powered by PhiloLogic