Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.33.4 Polyb. 5.34.2 (English) >>Polyb. 5.34.9

5.33.7 διὸ καὶ τὸ μὲν ἐν μέσῳ κεῖται καὶ πᾶσι κοινὸν ὡς ἔπος εἰπεῖν τοῖς μόνον τολμᾶν δυναμένοις ὑπάρχει, τὸ δὲ καὶ λίαν ἐστὶ σπάνιον καὶ σπανίοις συνεξέδραμε κατὰ τὸν βίον. 5.33.8 ταῦτα μὲν οὖν προήχθην εἰπεῖν χάριν τῆς ἀλαζονείας τῶν ὑπερηφανούντων ἑαυτοὺς καὶ τὰς ἰδίας πραγματείας· ἐπὶ δὲ τὴν ἀρχὴν ἐπάνειμι τῆς ἐμαυτοῦ προθέσεως.

5.34.1

Ὡς γὰρ θᾶττον Πτολεμαῖος κληθεὶς Φιλοπάτωρ, μεταλλάξαντος τοῦ πατρός, ἐπανελόμενος τὸν ἀδελφὸν Μάγαν καὶ τοὺς τούτῳ συνεργοῦντας παρέλαβε τὴν τῆς Αἰγύπτου δυναστείαν, 5.34.2 νομίσας τῶν μὲν οἰκείων φόβων ἀπολελύσθαι διʼ αὑτοῦ καὶ διὰ τῆς προειρημένης πράξεως, τῶν δʼ ἐκτὸς κινδύνων ἀπηλλάχθαι διὰ τὴν τύχην, Ἀντιγόνου μὲν καὶ Σελεύκου μετηλλαχότων, Ἀντιόχου δὲ καὶ Φιλίππου τῶν διαδεδεγμένων τὰς ἀρχὰς παντάπασι νέων καὶ μόνον οὐ παίδων ὑπαρχόντων, 5.34.3 καταπιστεύσας διὰ ταῦτα τοῖς παροῦσι καιροῖς, πανηγυρικώτερον διῆγε τὰ κατὰ τὴν ἀρχήν, 5.34.4 ἀνεπίστατον μὲν καὶ δυσέντευκτον αὑτὸν παρασκευάζων τοῖς περὶ τὴν αὐλὴν καὶ τοῖς ἄλλοις τοῖς τὰ κατὰ τὴν Αἴγυπτον χειρίζουσιν, ὀλίγωρον δὲ καὶ ῥᾴθυμον ὑποδεικνύων τοῖς ἐπὶ τῶν ἔξω πραγμάτων διατεταγμένοις, 5.34.5 ὑπὲρ ὧν οἱ πρότερον οὐκ ἐλάττω, μείζω δʼ ἐποιοῦντο σπουδὴν περὶ τῆς κατʼ αὐτὴν τὴν Αἴγυπτον δυναστείας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.33.4 Polyb. 5.34.2 (English) >>Polyb. 5.34.9

Powered by PhiloLogic