Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.33.6 Polyb. 5.34.3 (English) >>Polyb. 5.34.10

5.34.1

Ὡς γὰρ θᾶττον Πτολεμαῖος κληθεὶς Φιλοπάτωρ, μεταλλάξαντος τοῦ πατρός, ἐπανελόμενος τὸν ἀδελφὸν Μάγαν καὶ τοὺς τούτῳ συνεργοῦντας παρέλαβε τὴν τῆς Αἰγύπτου δυναστείαν, 5.34.2 νομίσας τῶν μὲν οἰκείων φόβων ἀπολελύσθαι διʼ αὑτοῦ καὶ διὰ τῆς προειρημένης πράξεως, τῶν δʼ ἐκτὸς κινδύνων ἀπηλλάχθαι διὰ τὴν τύχην, Ἀντιγόνου μὲν καὶ Σελεύκου μετηλλαχότων, Ἀντιόχου δὲ καὶ Φιλίππου τῶν διαδεδεγμένων τὰς ἀρχὰς παντάπασι νέων καὶ μόνον οὐ παίδων ὑπαρχόντων, 5.34.3 καταπιστεύσας διὰ ταῦτα τοῖς παροῦσι καιροῖς, πανηγυρικώτερον διῆγε τὰ κατὰ τὴν ἀρχήν, 5.34.4 ἀνεπίστατον μὲν καὶ δυσέντευκτον αὑτὸν παρασκευάζων τοῖς περὶ τὴν αὐλὴν καὶ τοῖς ἄλλοις τοῖς τὰ κατὰ τὴν Αἴγυπτον χειρίζουσιν, ὀλίγωρον δὲ καὶ ῥᾴθυμον ὑποδεικνύων τοῖς ἐπὶ τῶν ἔξω πραγμάτων διατεταγμένοις, 5.34.5 ὑπὲρ ὧν οἱ πρότερον οὐκ ἐλάττω, μείζω δʼ ἐποιοῦντο σπουδὴν περὶ τῆς κατʼ αὐτὴν τὴν Αἴγυπτον δυναστείας. 5.34.6 τοιγαροῦν ἐπέκειντο μὲν τοῖς τῆς Συρίας βασιλεῦσι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, Κοίλης Συρίας καὶ Κύπρου κυριεύοντες· 5.34.7 παρέκειντο δὲ τοῖς κατὰ τὴν Ἀσίαν δυνάσταις, ὁμοίως δὲ καὶ ταῖς νήσοις, δεσπόζοντες τῶν ἐπιφανεστάτων πόλεων καὶ τόπων καὶ λιμένων κατὰ πᾶσαν τὴν παραλίαν ἀπὸ Παμφυλίας ἕως Ἑλλησπόντου καὶ τῶν κατὰ Λυσιμάχειαν τόπων·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.33.6 Polyb. 5.34.3 (English) >>Polyb. 5.34.10

Powered by PhiloLogic