Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.34.11 Polyb. 5.35.8 (English) >>Polyb. 5.36.1

5.35.5 μετὰ δὲ ταῦτα παρακουόμενος ἠξίου μετὰ δεήσεως μόνον αὐτὸν ἀπολῦσαι μετὰ τῶν ἰδίων οἰκετῶν· τοὺς γὰρ καιροὺς ἱκανὰς ὑποδεικνύειν ἀφορμὰς αὐτῷ πρὸς τὸ καθικέσθαι τῆς πατρῴας ἀρχῆς. μὲν οὖν βασιλεύς, 5.35.6 οὔτʼ ἐφιστάνων ἐν οὐδενὶ τῶν τοιούτων οὔτε προνοούμενος τοῦ μέλλοντος διὰ τὰς προειρημένας αἰτίας, εὐήθως καὶ ἀλόγως ἀεὶ παρήκουε τοῦ Κλεομένους. 5.35.7 οἱ δὲ περὶ τὸν Σωσίβιονοὗτος γὰρ μάλιστα τότε προεστάτει τῶν πραγμάτωνσυνεδρεύσαντες τοιαύτας τινὰς ἐποιήσαντο περὶ αὐτοῦ διαλήψεις. 5.35.8 μετὰ μὲν γὰρ στόλου καὶ χορηγίας ἐκπέμπειν αὐτὸν οὐκ ἔκρινον, καταφρονοῦντες τῶν ἔξω πραγμάτων διὰ τὸ μετηλλαχέναι τὸν Ἀντίγονον καὶ νομίζειν μάταιον αὑτοῖς ἔσεσθαι τὴν εἰς ταῦτα δαπάνην. 5.35.9 πρὸς δὲ τούτοις ἠγωνίων μή ποτε μετηλλαχότος μὲν Ἀντιγόνου, τῶν δὲ λοιπῶν μηδενὸς ὑπάρχοντος ἀντιπάλου, ταχέως ἀκονιτὶ τὰ κατὰ τὴν Ἑλλάδα ποιησάμενος ὑφʼ αὑτὸν βαρὺς καὶ φοβερὸς αὐτὸς Κλεομένης ἀνταγωνιστὴς σφίσι γένηται, 5.35.10 τεθεαμένος μὲν ὑπʼ αὐγὰς αὐτῶν τὰ πράγματα, κατεγνωκὼς δὲ τοῦ βασιλέως, θεωρῶν δὲ πολλὰ τὰ παρακρεμάμενα μέρη καὶ μακρὰν ἀπεσπασμένα τῆς βασιλείας καὶ πολλὰς ἀφορμὰς ἔχοντα πρὸς πραγμάτων λόγον· 5.35.11 καὶ γὰρ ναῦς ἐν τοῖς κατὰ Σάμον ἦσαν τόποις οὐκ ὀλίγαι καὶ στρατιωτῶν πλῆθος ἐν τοῖς κατʼ Ἔφεσον.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.34.11 Polyb. 5.35.8 (English) >>Polyb. 5.36.1

Powered by PhiloLogic