Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.37.3 Polyb. 5.37.11 (English) >>Polyb. 5.38.7

5.37.8 ἀποβαίνων δʼ ἐκ τῆς νεὼς καταλαμβάνει τόν τε Κλεομένην καὶ τὸν Παντέα καὶ μετʼ αὐτῶν Ἱππίταν ἐν τῷ λιμένι παρὰ τὴν κρηπῖδα περιπατοῦντας. 5.37.9 ἰδὼν δʼ Κλεομένης αὐτὸν καὶ συμμίξας, ἠσπάζετο φιλοφρόνως, καὶ προσεπύθετο τί παρείη. 5.37.10 τοῦ δʼ εἰπόντος ὅτι παραγέγονεν ἵππους ἄγων ἐβουλόμην ἄν σε ἔφη καὶ λίαν ἀντὶ τῶν ἵππων κιναίδους ἄγειν καὶ σαμβύκας· τούτων γὰρ νῦν βασιλεὺς κατεπείγεται. 5.37.11 τότε γοῦν ἐπιγελάσας Νικαγόρας ἐσιώπησε, μετὰ δέ τινας ἡμέρας ἐπὶ πλεῖον ἐλθὼν εἰς τὰς χεῖρας τῷ Σωσιβίῳ διὰ τοὺς ἵππους εἶπε κατὰ τοῦ Κλεομένους τὸν ἄρτι ῥηθέντα λόγον, 5.37.12 θεωρῶν δὲ τὸν Σωσίβιον ἡδέως ἀκούοντα, πᾶσαν ἐξέθετο τὴν προϋπάρχουσαν

5.38.1

ἑαυτῷ πρὸς τὸν Κλεομένην διαφοράν. ὃν Σωσίβιος ἐπιγνοὺς ἀλλοτρίως πρὸς τὸν Κλεομένην διακείμενον, τὰ μὲν παραχρῆμα δούς, δʼ εἰς τὸ μέλλον ἐπαγγειλάμενος, συνέπεισε γράψαντα κατὰ τοῦ Κλεομένους ἐπιστολὴν ἀπολιπεῖν ἐσφραγισμένην, 5.38.2 ἵνʼ ἐπειδὰν Νικαγόρας ἐκπλεύσῃ μετʼ ὀλίγας ἡμέρας, παῖς ἀνενέγκῃ τὴν ἐπιστολὴν πρὸς αὐτὸν ὡς ὑπὸ τοῦ Νικαγόρου πεμφθεῖσαν. 5.38.3 συνεργήσαντος δὲ τοῦ Νικαγόρου τὰ προειρημένα καὶ τῆς ἐπιστολῆς ἀνενεχθείσης ὑπὸ τοῦ παιδὸς πρὸς τὸν Σωσίβιον μετὰ τὸν ἔκπλουν τοῦ Νικαγόρου,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.37.3 Polyb. 5.37.11 (English) >>Polyb. 5.38.7

Powered by PhiloLogic