Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.36.3 Polyb. 5.37.2 (English) >>Polyb. 5.37.9

5.36.7 μετὰ δὲ ταῦτα θεωρῶν τὴν τοῦ βασιλέως ῥᾳθυμίαν, ἀεὶ τὸν λόγον ἀνενεοῦτο, καὶ πρὸ ὀφθαλμῶν τήν τε τοῦ Κλεομένους τόλμαν ἐλάμβανε καὶ τὴν τῶν ξένων πρὸς αὐτὸν εὔνοιαν. 5.36.8 διὸ καὶ τότε μάλιστα παρέστησε τῷ τε βασιλεῖ καὶ τοῖς φίλοις ὁρμὴν οὗτος εἰς τὸ προκαταλαβέσθαι καὶ συγκλεῖσαι τὸν Κλεομένην. 5.36.9 πρὸς δὲ τὴν ἐπίνοιαν ταύτην

5.37.1

ἐχρήσατο συνεργήματι τοιούτῳ τινί. Νικαγόρας τις ἦν Μεσσήνιος· οὗτος ὑπῆρχε πατρικὸς ξένος Ἀρχιδάμου τοῦ Λακεδαιμονίων βασιλέως. 5.37.2 τὸν μὲν οὖν πρὸ τοῦ χρόνον βραχεῖά τις ἦν τοῖς προειρημένοις ἐπιπλοκὴ πρὸς ἀλλήλους· καθʼ ὃν δὲ καιρὸν Ἀρχίδαμος ἐκ τῆς Σπάρτης ἔφυγε δείσας τὸν Κλεομένην, καὶ παρεγένετʼ εἰς Μεσσηνίαν, οὐ μόνον οἰκίᾳ καὶ τοῖς ἄλλοις ἀναγκαίοις Νικαγόρας αὐτὸν ἐδέξατο προθύμως, ἀλλὰ καὶ κατὰ τὴν ἑξῆς συμπεριφορὰν ἐγένετό τις αὐτοῖς ὁλοσχερὴς εὔνοια καὶ συνήθεια πρὸς ἀλλήλους. 5.37.3 διὸ καὶ μετὰ ταῦτα, τοῦ Κλεομένους ὑποδείξαντος ἐλπίδα καθόδου καὶ διαλύσεως πρὸς τὸν Ἀρχίδαμον, ἔδωκεν αὑτὸν Νικαγόρας εἰς τὰς διαποστολὰς καὶ τὰς ὑπὲρ τῶν πίστεων συνθήκας. 5.37.4 ὧν κυρωθέντων μὲν Ἀρχίδαμος εἰς τὴν Σπάρτην κατῄει, πιστεύσας ταῖς διὰ τοῦ Νικαγόρου γεγενημέναις συνθήκαις, 5.37.5 δὲ Κλεομένης ἀπαντήσας τὸν μὲν Ἀρχίδαμον ἐπανείλετο, τοῦ δὲ Νικαγόρου καὶ τῶν ἄλλων τῶν συνόντων ἐφείσατο.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.36.3 Polyb. 5.37.2 (English) >>Polyb. 5.37.9

Powered by PhiloLogic