Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.36.9 Polyb. 5.37.8 (English) >>Polyb. 5.38.5

5.37.5 δὲ Κλεομένης ἀπαντήσας τὸν μὲν Ἀρχίδαμον ἐπανείλετο, τοῦ δὲ Νικαγόρου καὶ τῶν ἄλλων τῶν συνόντων ἐφείσατο. 5.37.6 πρὸς μὲν οὖν τοὺς ἐκτὸς Νικαγόρας ὑπεκρίνετο χάριν ὀφείλειν τῷ Κλεομένει διὰ τὴν αὑτοῦ σωτηρίαν, ἐν αὑτῷ γε μὴν βαρέως ἔφερε τὸ συμβεβηκός, δοκῶν αἴτιος γεγονέναι τῷ βασιλεῖ τῆς ἀπωλείας. 5.37.7 οὗτος Νικαγόρας ἵππους ἄγων κατέπλευσε βραχεῖ χρόνῳ πρότερον εἰς τὴν Ἀλεξάνδρειαν. 5.37.8 ἀποβαίνων δʼ ἐκ τῆς νεὼς καταλαμβάνει τόν τε Κλεομένην καὶ τὸν Παντέα καὶ μετʼ αὐτῶν Ἱππίταν ἐν τῷ λιμένι παρὰ τὴν κρηπῖδα περιπατοῦντας. 5.37.9 ἰδὼν δʼ Κλεομένης αὐτὸν καὶ συμμίξας, ἠσπάζετο φιλοφρόνως, καὶ προσεπύθετο τί παρείη. 5.37.10 τοῦ δʼ εἰπόντος ὅτι παραγέγονεν ἵππους ἄγων ἐβουλόμην ἄν σε ἔφη καὶ λίαν ἀντὶ τῶν ἵππων κιναίδους ἄγειν καὶ σαμβύκας· τούτων γὰρ νῦν βασιλεὺς κατεπείγεται. 5.37.11 τότε γοῦν ἐπιγελάσας Νικαγόρας ἐσιώπησε, μετὰ δέ τινας ἡμέρας ἐπὶ πλεῖον ἐλθὼν εἰς τὰς χεῖρας τῷ Σωσιβίῳ διὰ τοὺς ἵππους εἶπε κατὰ τοῦ Κλεομένους τὸν ἄρτι ῥηθέντα λόγον, 5.37.12 θεωρῶν δὲ τὸν Σωσίβιον ἡδέως ἀκούοντα, πᾶσαν ἐξέθετο τὴν προϋπάρχουσαν

5.38.1

ἑαυτῷ πρὸς τὸν Κλεομένην διαφοράν. ὃν Σωσίβιος ἐπιγνοὺς ἀλλοτρίως πρὸς τὸν Κλεομένην διακείμενον, τὰ μὲν παραχρῆμα δούς, δʼ εἰς τὸ μέλλον ἐπαγγειλάμενος, συνέπεισε γράψαντα κατὰ τοῦ Κλεομένους ἐπιστολὴν ἀπολιπεῖν ἐσφραγισμένην,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.36.9 Polyb. 5.37.8 (English) >>Polyb. 5.38.5

Powered by PhiloLogic