Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.37.11 Polyb. 5.38.7 (English) >>Polyb. 5.39.2

5.38.4 παρὰ πόδας ἅμα τὸν οἰκέτην καὶ τὴν ἐπιστολὴν ἧκεν ἔχων πρὸς τὸν βασιλέα. τοῦ μὲν παιδὸς φάσκοντος Νικαγόραν ἀπολιπεῖν τὴν ἐπιστολήν, ἐντειλάμενον ἀποδοῦναι Σωσιβίῳ, 5.38.5 τῆς δʼ ἐπιστολῆς διασαφούσης ὅτι μέλλει Κλεομένης, ἐὰν μὴ ποιῶνται τὴν ἐξαποστολὴν αὐτοῦ μετὰ τῆς ἁρμοζούσης παρασκευῆς καὶ χορηγίας, ἐπανίστασθαι τοῖς τοῦ βασιλέως πράγμασιν, 5.38.6 εὐθέως Σωσίβιος λαβόμενος τῆς ἀφορμῆς ταύτης παρώξυνε τὸν βασιλέα καὶ τοὺς ἄλλους φίλους πρὸς τὸ μὴ μέλλειν, ἀλλὰ φυλάξασθαι καὶ συγκλεῖσαι τὸν Κλεομένην. 5.38.7 γενομένου δὲ τούτου, καί τινος ἀποδοθείσης οἰκίας αὐτῷ παμμεγέθους, ἐποιεῖτο τὴν διατριβὴν ἐν ταύτῃ παραφυλαττόμενος, τούτῳ διαφέρων τῶν ἄλλων τῶν ὑπηγμένων εἰς τὰς φυλακάς, τῷ ποιεῖσθαι τὴν δίαιταν ἐν μείζονι δεσμωτηρίῳ. 5.38.8 εἰς βλέπων Κλεομένης, καὶ μοχθηρὰς ἐλπίδας ἔχων ὑπὲρ τοῦ μέλλοντος, παντὸς πράγματος ἔκρινε πεῖραν λαμβάνειν, 5.38.9 οὐχ οὕτως πεπεισμένος κατακρατήσειν τῆς προθέσεωςοὐδὲν γὰρ εἶχε τῶν εὐλόγων πρὸς τὴν ἐπιβολήντὸ δὲ πλεῖον εὐθανατῆσαι σπουδάζων καὶ μηδὲν ἀνάξιον ὑπομεῖναι τῆς περὶ αὐτὸν προγεγενημένης τόλμης, 5.38.10 ἅμα δὲ καὶ λαμβάνων ἐν νῷ τὸ τοιοῦτον, ὥς γʼ ἐμοὶ δοκεῖ, καὶ προτιθέμενος, ὅπερ εἴωθε συμβαίνειν πρὸς τοὺς μεγαλόφρονας τῶν ἀνδρῶν,

μὴ μὰν ἀσπουδεί γε καὶ ἀκλειῶς ἀπολοίμην,

ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.37.11 Polyb. 5.38.7 (English) >>Polyb. 5.39.2

Powered by PhiloLogic