Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.38.5 Polyb. 5.39.1 (English) >>Polyb. 5.40.2

5.38.9 οὐχ οὕτως πεπεισμένος κατακρατήσειν τῆς προθέσεωςοὐδὲν γὰρ εἶχε τῶν εὐλόγων πρὸς τὴν ἐπιβολήντὸ δὲ πλεῖον εὐθανατῆσαι σπουδάζων καὶ μηδὲν ἀνάξιον ὑπομεῖναι τῆς περὶ αὐτὸν προγεγενημένης τόλμης, 5.38.10 ἅμα δὲ καὶ λαμβάνων ἐν νῷ τὸ τοιοῦτον, ὥς γʼ ἐμοὶ δοκεῖ, καὶ προτιθέμενος, ὅπερ εἴωθε συμβαίνειν πρὸς τοὺς μεγαλόφρονας τῶν ἀνδρῶν,

μὴ μὰν ἀσπουδεί γε καὶ ἀκλειῶς ἀπολοίμην,

ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.

5.39.1

παρατηρήσας οὖν ἔξοδον τοῦ βασιλέως εἰς Κάνωβον, διέδωκε τοῖς φυλάττουσιν αὑτὸν φήμην ὡς ἀφίεσθαι μέλλων ὑπὸ τοῦ βασιλέως, καὶ διὰ ταύτην τὴν αἰτίαν αὐτός τε τοὺς αὑτοῦ θεράποντας εἱστία καὶ τοῖς φυλάττουσιν ἱερεῖα καὶ στεφάνους, ἅμα δὲ τούτοις οἶνον ἐξαπέστειλε. 5.39.2 τῶν δὲ χρωμένων τούτοις ἀνυπονοήτως καὶ καταμεθυσθέντων, παραλαβὼν τοὺς συνόντας φίλους καὶ τοὺς περὶ αὑτὸν παῖδας περὶ μέσον ἡμέρας λαθὼν τοὺς φύλακας ἐξῆλθε μετʼ ἐγχειριδίων. 5.39.3 προάγοντες δὲ καὶ συντυχόντες κατὰ τὴν πλατεῖαν Πτολεμαίῳ τῷ τότʼ ἐπὶ τῆς πόλεως ἀπολελειμμένῳ, καταπληξάμενοι τῷ παραβόλῳ τοὺς συνόντας αὐτῷ, τοῦτον μὲν κατασπάσαντες ἀπὸ τοῦ τεθρίππου παρέκλεισαν, τὰ δὲ πλήθη παρεκάλουν ἐπὶ τὴν ἐλευθερίαν. 5.39.4 οὐδενὸς δὲ προσέχοντος αὐτοῖς οὐδὲ συνεξισταμένου διὰ τὸ παράδοξον τῆς ἐπιβολῆς, ἐπιστρέψαντες ὥρμησαν πρὸς τὴν ἄκραν, ὡς ἀνασπάσοντες ταύτης τὰς πυλίδας καὶ συγχρησόμενοι τοῖς εἰς τὴν φυλακὴν ἀπηγμένοις τῶν ἀνδρῶν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.38.5 Polyb. 5.39.1 (English) >>Polyb. 5.40.2

Powered by PhiloLogic