Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.39.1 Polyb. 5.40.2 (English) >>Polyb. 5.41.1

5.39.5 ἀποσφαλέντες δὲ καὶ ταύτης τῆς ἐπιβολῆς διὰ τὸ τοὺς ἐφεστῶτας προαισθομένους τὸ μέλλον ἀσφαλίσασθαι τὴν πύλην, προσήνεγκαν αὑτοῖς τὰς χεῖρας εὐψύχως πάνυ καὶ Λακωνικῶς.

Κλεομένης μὲν οὖν οὕτω μετήλλαξε τὸν βίον, 5.39.6 ἀνὴρ γενόμενος καὶ πρὸς τὰς ὁμιλίας ἐπιδέξιος καὶ πρὸς πραγμάτων οἰκονομίαν εὐφυὴς καὶ συλλήβδην ἡγεμονικὸς καὶ βασιλικὸς τῇ φύσει.

5.40.1

Μετὰ δὲ τοῦτον οὐ πολὺ κατόπιν Θεόδοτος τεταγμένος ἐπὶ Κοίλης Συρίας, ὢν τὸ γένος Αἰτωλός, τὰ μὲν καταφρονήσας τοῦ βασιλέως διὰ τὴν ἀσέλγειαν τοῦ βίου καὶ τῆς ὅλης αἱρέσεως, 5.40.2 τὰ δὲ διαπιστήσας τοῖς περὶ τὴν αὐλὴν διὰ τὸ μικροῖς ἔμπροσθεν χρόνοις ἀξιολόγους παρασχόμενος χρείας τῷ βασιλεῖ περί τε τἄλλα καὶ περὶ τὴν πρώτην ἐπιβολὴν Ἀντιόχου τοῖς κατὰ Κοίλην Συρίαν πράγμασι, μὴ οἷον ἐπὶ τούτοις τυχεῖν τινος χάριτος, ἀλλὰ τοὐναντίον ἀνακληθεὶς εἰς τὴν Ἀλεξάνδρειαν παρʼ ὀλίγον κινδυνεῦσαι τῷ βίῳ, 5.40.3 διὰ ταύτας τὰς αἰτίας ἐπεβάλετο τότε λαλεῖν Ἀντιόχῳ καὶ τὰς κατὰ Κοίλην Συρίαν πόλεις ἐγχειρίζειν. τοῦ δʼ ἀσμένως δεξαμένου τὴν ἐλπίδα, ταχεῖαν ἐλάμβανε τὸ πρᾶγμα τὴν οἰκονομίαν. 5.40.4 ἵνα δὲ καὶ περὶ ταύτης τῆς οἰκίας τὸ παραπλήσιον ποιήσωμεν, ἀναδραμόντες ἐπὶ τὴν παράληψιν τῆς Ἀντιόχου δυναστείας ἀπὸ τούτων τῶν καιρῶν ποιησόμεθα κεφαλαιώδη τὴν ἔφοδον ἐπὶ τὴν ἀρχὴν τοῦ μέλλοντος λέγεσθαι πολέμου.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.39.1 Polyb. 5.40.2 (English) >>Polyb. 5.41.1

Powered by PhiloLogic