Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.40.3 Polyb. 5.41.2 (English) >>Polyb. 5.41.9

5.40.7 διαπιστεύων τὴν μὲν ἐπὶ τάδε τοῦ Ταύρου δυναστείαν Ἀχαιῷ, τὰ δʼ ἄνω μέρη τῆς βασιλείας ἐγκεχειρικὼς Μόλωνι καὶ τἀδελφῷ τῷ Μόλωνος Ἀλεξάνδρῳ, Μόλωνος μὲν Μηδίας ὑπάρχοντος σατράπου, τἀδελφοῦ δὲ τῆς

5.41.1

Περσίδος. οἳ καταφρονήσαντες μὲν αὐτοῦ διὰ τὴν ἡλικίαν, ἐλπίσαντες δὲ τὸν Ἀχαιὸν ἔσεσθαι κοινωνὸν σφίσι τῆς ἐπιβολῆς, μάλιστα δὲ φοβούμενοι τὴν ὠμότητα καὶ κακοπραγμοσύνην τὴν Ἑρμείου τοῦ τότε προεστῶτος τῶν ὅλων πραγμάτων, ἀφίστασθαι καὶ διαστρέφειν ἐνεχείρησαν τὰς ἄνω σατραπείας. δʼ Ἑρμείας ἦν μὲν ἀπὸ Καρίας, 5.41.2 ἐπέστη δʼ ἐπὶ τὰ πράγματα, Σελεύκου τἀδελφοῦ ταύτην αὐτῷ τὴν πίστιν ἐγχειρίσαντος, καθʼ οὓς καιροὺς ἐποιεῖτο τὴν ἐπὶ τὸν Ἄτταλον στρατείαν. 5.41.3 τυχὼν δὲ ταύτης τῆς ἐξουσίας πᾶσι μὲν ἐφθόνει τοῖς ἐν ὑπεροχαῖς οὖσι τῶν περὶ τὴν αὐλήν, φύσει δʼ ὠμὸς ὢν τῶν μὲν τὰς ἀγνοίας ἐπὶ τὸ χεῖρον ἐκδεχόμενος ἐκόλαζε, τοῖς δὲ χειροποιήτους καὶ ψευδεῖς ἐπιφέρων αἰτίας ἀπαραίτητος ἦν καὶ πικρὸς δικαστής. 5.41.4 μάλιστα δʼ ἔσπευδε καὶ περὶ παντὸς ἐποιεῖτο βουλόμενος ἐπανελέσθαι τὸν ἀποκομίσαντα τὰς δυνάμεις τὰς Σελεύκῳ συνεξελθούσας Ἐπιγένην, διὰ τὸ θεωρεῖν τὸν ἄνδρα καὶ λέγειν καὶ πράττειν δυνάμενον καὶ μεγάλης ἀποδοχῆς ἀξιούμενον παρὰ ταῖς δυνάμεσιν. 5.41.5 ὢν δὲ ταύτης τῆς προθέσεως ἐπεῖχε, βουλόμενος ἀεί τινος ὁρμῆς ἐπιλαβέσθαι καὶ προφάσεως κατὰ τοῦ προειρημένου.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.40.3 Polyb. 5.41.2 (English) >>Polyb. 5.41.9

Powered by PhiloLogic