Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.40.5 Polyb. 5.41.4 (English) >>Polyb. 5.42.3

5.41.2 ἐπέστη δʼ ἐπὶ τὰ πράγματα, Σελεύκου τἀδελφοῦ ταύτην αὐτῷ τὴν πίστιν ἐγχειρίσαντος, καθʼ οὓς καιροὺς ἐποιεῖτο τὴν ἐπὶ τὸν Ἄτταλον στρατείαν. 5.41.3 τυχὼν δὲ ταύτης τῆς ἐξουσίας πᾶσι μὲν ἐφθόνει τοῖς ἐν ὑπεροχαῖς οὖσι τῶν περὶ τὴν αὐλήν, φύσει δʼ ὠμὸς ὢν τῶν μὲν τὰς ἀγνοίας ἐπὶ τὸ χεῖρον ἐκδεχόμενος ἐκόλαζε, τοῖς δὲ χειροποιήτους καὶ ψευδεῖς ἐπιφέρων αἰτίας ἀπαραίτητος ἦν καὶ πικρὸς δικαστής. 5.41.4 μάλιστα δʼ ἔσπευδε καὶ περὶ παντὸς ἐποιεῖτο βουλόμενος ἐπανελέσθαι τὸν ἀποκομίσαντα τὰς δυνάμεις τὰς Σελεύκῳ συνεξελθούσας Ἐπιγένην, διὰ τὸ θεωρεῖν τὸν ἄνδρα καὶ λέγειν καὶ πράττειν δυνάμενον καὶ μεγάλης ἀποδοχῆς ἀξιούμενον παρὰ ταῖς δυνάμεσιν. 5.41.5 ὢν δὲ ταύτης τῆς προθέσεως ἐπεῖχε, βουλόμενος ἀεί τινος ὁρμῆς ἐπιλαβέσθαι καὶ προφάσεως κατὰ τοῦ προειρημένου. 5.41.6 ἁθροισθέντος δὲ τοῦ συνεδρίου περὶ τῆς τοῦ Μόλωνος ἀποστάσεως, καὶ κελεύσαντος τοῦ βασιλέως λέγειν ἕκαστον τὸ φαινόμενον περὶ τοῦ πῶς δεῖ χρῆσθαι τοῖς κατὰ τοὺς ἀποστάτας πράγμασι, 5.41.7 καὶ πρώτου συμβουλεύοντος Ἐπιγένους διότι δεῖ μὴ μέλλειν, ἀλλʼ ἐκ χειρὸς ἔχεσθαι τῶν προκειμένων, καὶ πρῶτον καὶ μάλιστα τὸν βασιλέα συνάπτειν τοῖς τόποις καὶ παρʼ αὐτοὺς εἶναι τοὺς καιρούς· 5.41.8 οὕτως γὰρ τὸ παράπαν οὐδὲ τολμήσειν ἀλλοτριοπραγεῖν τοὺς περὶ τὸν Μόλωνα, τοῦ βασιλέως παρόντος καὶ τοῖς πολλοῖς ἐν ὄψει γενομένου μετὰ συμμέτρου δυνάμεως,


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.40.5 Polyb. 5.41.4 (English) >>Polyb. 5.42.3

Powered by PhiloLogic