Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.41.5 Polyb. 5.42.4 (English) >>Polyb. 5.43.2

5.42.1

βασιλεῖ· ταῦτα λέγοντος ἔτι τοῦ προειρημένου διοργισθεὶς Ἑρμείας πολὺν ἔφησεν αὐτὸν χρόνον ἐπίβουλον ὄντα καὶ προδότην τῆς βασιλείας διαλεληθέναι, 5.42.2 νῦν δὲ καλῶς ποιοῦντα φανερὸν ἐκ τῆς συμβουλῆς γεγονέναι, σπουδάζοντα μετʼ ὀλίγων ἐγχειρίσαι τὸ τοῦ βασιλέως σῶμα τοῖς ἀποστάταις. 5.42.3 τότε μὲν οὖν οἷον ὑποθύψας τὴν διαβολὴν παρῆκε τὸν Ἐπιγένην, πικρίαν ἄκαιρον μᾶλλον δυσμένειαν ἐπιφήνας· 5.42.4 αὐτὸς δὲ κατὰ τὴν αὑτοῦ γνώμην τὴν μὲν ἐπὶ τὸν Μόλωνα στρατείαν, κατάφοβος ὢν τὸν κίνδυνον, ἐξέκλινε διὰ τὴν ἀπειρίαν τῶν πολεμικῶν, ἐπὶ δὲ τὸν Πτολεμαῖον ἐσπούδαζε στρατεύειν, ἀσφαλῆ τοῦτον εἶναι πεπεισμένος τὸν πόλεμον διὰ τὴν τοῦ προειρημένου βασιλέως ῥᾳθυμίαν. 5.42.5 τότε μὲν οὖν καταπληξάμενος τοὺς ἐν τῷ συνεδρίῳ πάντας ἐπὶ μὲν τὸν Μόλωνα στρατηγοὺς ἐξέπεμψε μετὰ δυνάμεως Ξένωνα καὶ Θεόδοτον τὸν ἡμιόλιον, τὸν δʼ Ἀντίοχον παρώξυνε συνεχῶς, οἰόμενος δεῖν ἐπιβάλλειν τὰς χεῖρας τοῖς κατὰ Κοίλην Συρίαν πράγμασι, 5.42.6 μόνως οὕτως ὑπολαμβάνων, εἰ πανταχόθεν τῷ νεανίσκῳ περισταίη πόλεμος, οὔτε τῶν πρότερον ἡμαρτημένων ὑφέξειν δίκας οὔτε τῆς παρούσης ἐξουσίας κωλυθήσεσθαι διὰ τὰς χρείας καὶ τοὺς ἀεὶ περιισταμένους ἀγῶνας τῷ βασιλεῖ καὶ κινδύνους. 5.42.7 διὸ καὶ τὸ τελευταῖον ἐπιστολὴν πλάσας ὡς παρʼ Ἀχαιοῦ διαπεσταλμένην προσήνεγκε τῷ βασιλεῖ, διασαφοῦσαν ὅτι Πτολεμαῖος αὐτὸν παρακαλεῖ πραγμάτων ἀντιποιήσασθαι καί φησι καὶ ναυσὶ καὶ χρήμασι χορηγήσειν πρὸς πάσας τὰς ἐπιβολάς, ἐὰν ἀναλάβῃ διάδημα καὶ φανερὸς γένηται πᾶσιν ἀντιποιούμενος τῆς ἀρχῆς,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.41.5 Polyb. 5.42.4 (English) >>Polyb. 5.43.2

Powered by PhiloLogic