Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.43.5 Polyb. 5.44.3 (English) >>Polyb. 5.45.1

5.43.8 δὲ Μόλων κύριος γενόμενος τῆς Ἀπολλωνιάτιδος χώρας εὐπορεῖτο ταῖς χορηγίαις ὑπερβαλλόντως. ἦν δὲ φοβερὸς μὲν καὶ πρὸ τοῦ διὰ τὸ μέγεθος τῆς

5.44.1

δυναστείας. τά τε γὰρ ἱπποφόρβια πάντα τὰ βασιλικὰ Μήδοις ἐγκεχείρισται, σίτου τε καὶ θρεμμάτων πλῆθος ἀναρίθμητον παρʼ αὐτοῖς ἐστι. 5.44.2 περί γε μὴν τῆς ὀχυρότητος καὶ τοῦ μεγέθους τῆς χώρας οὐδʼ ἂν εἰπεῖν δύναιτʼ ἀξίως οὐδείς. 5.44.3 γὰρ Μηδία κεῖται μὲν περὶ μέσην τὴν Ἀσίαν, διαφέρει δὲ καὶ κατὰ τὸ μέγεθος καὶ κατὰ τὴν εἰς ὕψος ἀνάτασιν πάντων τῶν κατὰ τὴν Ἀσίαν τόπων, ὡς πρὸς μέρος θεωρουμένη. 5.44.4 καὶ μὴν ἐπίκειται τοῖς ἀλκιμωτάτοις καὶ μεγίστοις ἔθνεσι. πρόκειται γὰρ αὐτῆς παρὰ μὲν τὴν ἕω καὶ τὰ πρὸς ἀνατολὰς μέρη τὰ κατὰ τὴν ἔρημον πεδία τὴν μεταξὺ κειμένην τῆς Περσίδος καὶ τῆς Παρθυαίας· 5.44.5 ἐπίκειται δὲ καὶ κρατεῖ τῶν καλουμένων Κασπίων πυλῶν, συνάπτει δὲ τοῖς Ταπύρων ὄρεσιν, δὴ τῆς Ὑρκανίας θαλάττης οὐ πολὺ διέστηκε. 5.44.6 τοῖς δὲ πρὸς μεσημβρίαν κλίμασι καθήκει πρός τε τὴν Μεσοποταμίαν καὶ τὴν Ἀπολλωνιᾶτιν χώραν, παράκειται δὲ τῇ Περσίδι, προβεβλημένη τὸ Ζάγρον ὄρος, 5.44.7 τὴν μὲν ἀνάβασιν ἔχει πρὸς ἑκατὸν στάδια, διαφορὰς δὲ καὶ συγκλείσεις πλείους ἔχον ἐν αὑτῷ διέζευκται κοιλάσι, κατὰ δέ τινας τόπους αὐλῶσιν, οὓς κατοικοῦσι Κοσσαῖοι καὶ Κορβρῆναι καὶ Κάρχοι καὶ πλείω γένη βαρβάρων ἕτερα, διαφέρειν δοκοῦντα πρὸς τὰς πολεμικὰς χρείας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.43.5 Polyb. 5.44.3 (English) >>Polyb. 5.45.1

Powered by PhiloLogic