Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.44.2 Polyb. 5.44.9 (English) >>Polyb. 5.45.5

5.44.7 τὴν μὲν ἀνάβασιν ἔχει πρὸς ἑκατὸν στάδια, διαφορὰς δὲ καὶ συγκλείσεις πλείους ἔχον ἐν αὑτῷ διέζευκται κοιλάσι, κατὰ δέ τινας τόπους αὐλῶσιν, οὓς κατοικοῦσι Κοσσαῖοι καὶ Κορβρῆναι καὶ Κάρχοι καὶ πλείω γένη βαρβάρων ἕτερα, διαφέρειν δοκοῦντα πρὸς τὰς πολεμικὰς χρείας. 5.44.8 τοῖς δὲ πρὸς τὰς δύσεις μέρεσι κειμένοις συνάπτει τοῖς Σατραπείοις καλουμένοις· τούτοις δὲ συμβαίνει μὴ πολὺ διεστάναι τῶν ἐθνῶν τῶν ἐπὶ τὸν Εὔξεινον καθηκόντων πόντον. 5.44.9 τὰ δʼ ἐπὶ τὰς ἄρκτους αὐτῆς τετραμμένα μέρη περιέχεται μὲν Ἐλυμαίοις καὶ τοῖς Ἀνιαράκαις, 5.44.10 ἔτι δὲ Καδουσίοις καὶ Ματιανοῖς, ὑπέρκειται δὲ τῶν συναπτόντων πρὸς τὴν Μαιῶτιν τοῦ Πόντου μερῶν. 5.44.11 αὐτὴ δʼ Μηδία διέζευκται πλείοσιν ὄρεσιν ἀπὸ τῆς ἠοῦς ἕως πρὸς τὰς δύσεις, ὧν μεταξὺ κεῖται πεδία πληθύοντα πόλεσι καὶ κώμαις.

5.45.1

κυριεύων δὲ ταύτης τῆς χώρας, βασιλικὴν ἐχούσης περίστασιν, καὶ πάλαι μὲν φοβερὸς ἦν, ὡς πρότερον εἶπα, διὰ τὴν ὑπεροχὴν τῆς δυναστείας· 5.45.2 τότε δὲ καὶ τῶν τοῦ βασιλέως στρατηγῶν δοκούντων παρακεχωρηκέναι τῶν ὑπαίθρων αὐτῷ καὶ τῶν ἰδίων δυνάμεων ἐπηρμένων ταῖς ὁρμαῖς διὰ τὸ κατὰ λόγον σφίσι προχωρεῖν τὰς πρώτας ἐλπίδας, τελέως ἐδόκει φοβερὸς εἶναι καὶ ἀνυπόστατος πᾶσι τοῖς τὴν Ἀσίαν κατοικοῦσι.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.44.2 Polyb. 5.44.9 (English) >>Polyb. 5.45.5

Powered by PhiloLogic