Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.45.10 Polyb. 5.46.7 (English) >>Polyb. 5.47.2

5.46.5 διὸ καὶ τοιαύτης οὔσης τῆς περὶ τοὺς τόπους δυσχρηστίας, προσπεσόντος αὐτῷ Ξενοίταν ἐπταικέναι τοῖς ὅλοις καὶ τὸν Μόλωνα πάντων τῶν ἄνω τόπων ἐπικρατεῖν, ἀφέμενος τούτων ὥρμησε τοῖς οἰκείοις πράγμασι βοηθήσων. 5.46.6

γὰρ Ξενοίτας στρατηγὸς ἀποσταλεὶς αὐτοκράτωρ, καθάπερ ἐπάνω προεῖπα, καὶ μείζονος ἐξουσίας κατὰ τὴν προσδοκίαν τυχών, ὑπεροπτικώτερον μὲν ἐχρῆτο τοῖς αὑτοῦ φίλοις, θρασύτερον δὲ ταῖς πρὸς τοὺς ἐχθροὺς ἐπιβολαῖς. 5.46.7 οὐ μὴν ἀλλὰ καταζεύξας εἰς τὴν Σελεύκειαν, καὶ μεταπεμψάμενος Διογένην τὸν τῆς Σουσιανῆς ἔπαρχον καὶ Πυθιάδην τὸν τῆς Ἐρυθρᾶς θαλάττης, ἐξῆγε τὰς δυνάμεις, καὶ λαβὼν πρόβλημα τὸν Τίγριν ποταμὸν ἀντεστρατοπέδευσε τοῖς πολεμίοις. 5.46.8 πλειόνων δὲ διακολυμβώντων πρὸς αὐτὸν ἀπὸ τῆς τοῦ Μόλωνος στρατοπεδείας, καὶ δηλούντων ὡς ἐὰν διαβῇ τὸν ποταμόν, ἅπαν ἀπονεύσει πρὸς αὐτὸν τὸ τοῦ Μόλωνος στρατόπεδοντῷ μὲν γὰρ Μόλωνι φθονεῖν, τῷ δὲ βασιλεῖ τὸ πλῆθος εὔνουν ὑπάρχειν διαφερόντωςἐπαρθεὶς τούτοις Ξενοίτας ἐπεβάλετο διαβαίνειν τὸν Τίγριν. 5.46.9 ὑποδείξας δὲ διότι μέλλει ζευγνύναι τὸν ποταμὸν κατά τινα νησίζοντα τόπον, τῶν μὲν πρὸς τοῦτο τὸ μέρος ἐπιτηδείων οὐδὲν ἡτοίμαζε, διὸ καὶ συνέβη καταφρονῆσαι τοὺς περὶ τὸν Μόλωνα τῆς ὑποδεικνυμένης ἐπιβολῆς, 5.46.10 τὰ δὲ πλοῖα συνήθροιζε καὶ κατήρτιζε καὶ πολλὴν ἐπιμέλειαν ἐποιεῖτο περὶ τούτων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.45.10 Polyb. 5.46.7 (English) >>Polyb. 5.47.2

Powered by PhiloLogic