5.49.1
ἐλπίδας ὥρμησε πρὸς ταύτας τὰς ἐπιβολάς. ἐν ᾧ καιρῷ πάλιν ἁθροισθέντος τοῦ συνεδρίου, καὶ κελεύσαντος λέγειν τοῦ βασιλέως ὑπὲρ τοῦ πῶς δεῖ χρῆσθαι ταῖς ἐπὶ τὸν Μόλωνα παρασκευαῖς, αὖτις Ἐπιγένους καταρξαμένου καὶ λέγοντος περὶ τῶν ἐνεστώτων,
5.49.2 ὡς ἔδει μὲν πάλαι μὴ μέλλειν κατὰ τὴν αὑτοῦ συμβουλίαν πρὸ τοῦ τηλικαῦτα προτερήματα λαβεῖν τοὺς ἐχθρούς, οὐ μὴν ἀλλὰ καὶ νῦν ἔτι φάσκοντος δεῖν ἔχεσθαι τῶν πραγμάτων,
5.49.3 πάλιν Ἑρμείας ἀκρίτως καὶ προπετῶς ἐξοργισθεὶς ἤρξατο λοιδορεῖν τὸν εἰρημένον.
5.49.4 ἅμα δὲ φορτικῶς μὲν αὑτὸν ἐγκωμιάζων, ἀστόχους δὲ καὶ ψευδεῖς ποιούμενος κατηγορίας Ἐπιγένους, μαρτυρόμενος δὲ τὸν βασιλέα μὴ παριδεῖν οὕτως ἀλόγως μηδʼ ἀποστῆναι τῶν περὶ Κοίλης Συρίας ἐλπίδων,
5.49.5 προσέκοπτε μὲν τοῖς πολλοῖς, ἐλύπει δὲ καὶ τὸν Ἀντίοχον, μόλις δὲ κατέπαυσε τὴν ἁψιμαχίαν, πολλὴν ποιησαμένου τοῦ βασιλέως σπουδὴν εἰς τὸ διαλύειν αὐτούς.
5.49.6 δόξαντος δὲ τοῖς πολλοῖς Ἐπιγένους ἀναγκαιότερα καὶ συμφορώτερα λέγειν, ἐκυρώθη τὸ διαβούλιον στρατεύειν ἐπὶ τὸν Μόλωνα καὶ τούτων ἔχεσθαι τῶν πράξεων.
5.49.7 ταχὺ δὲ συνυποκριθεὶς καὶ μεταπεσὼν Ἑρμείας, καὶ φήσας δεῖν ἅπαντας τὸ κριθὲν ἀπροφασίστως συμπράττειν, οὗτος αὐτὸς ἕτοιμος ἦν
5.50.1
καὶ πολὺς πρὸς ταῖς παρασκευαῖς. ἁθροισθεισῶν δὲ τῶν δυνάμεων εἰς Ἀπάμειαν, καί τινος ἐγγενομένης στάσεως τοῖς πολλοῖς ὑπὲρ τῶν προσοφειλομένων ὀψωνίων,