Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.5.1 Polyb. 5.5.8 (English) >>Polyb. 5.5.15

5.5.5 οἱ δὲ περὶ τὸν Λεόντιον, τηροῦντες τὴν αὑτῶν ὑπόθεσιν, συνήργουν τοῖς περὶ τὸν Γόργον ἐκτενῶς, θεωροῦντες ὅτι συμβήσεται τὴν θερείαν εἰς τέλος ἄπρακτον γενέσθαι τῷ Φιλίππῳ. πλεῦσαι μὲν γὰρ εἰς τὴν Μεσσηνίαν ῥᾴδιον ἦν, 5.5.6 ἀναπλεῦσαι δʼ ἐκεῖθεν τῶν ἐτησίων ἐπεχόντων ἀδύνατον· 5.5.7 ἐξ οὗ δῆλον ἦν ὡς μὲν Φίλιππος ἐν τῇ Μεσσηνίᾳ μετὰ τῆς δυνάμεως συγκλεισθεὶς ἀναγκασθήσεται τὸ λοιπὸν μέρος τοῦ θέρους ἄπρακτος μένειν, οἱ δʼ Αἰτωλοὶ τὴν Θετταλίαν καὶ τὴν Ἤπειρον ἐπιπορευόμενοι κατασύρουσι καὶ πορθοῦσι πᾶσαν ἀδεῶς. 5.5.8 οὗτοι μὲν οὖν λυμεωνευόμενοι ταῦτα καὶ τοιαῦτα συνεβούλευον. οἱ δὲ περὶ τὸν Ἄρατον συμπαρόντες τῆς ἐναντίας προέστασαν γνώμης. 5.5.9 δεῖν γὰρ ἔφασαν εἰς τὴν Αἰτωλίαν ποιεῖσθαι τὸν πλοῦν καὶ τούτων ἔχεσθαι τῶν πραγμάτων· ἐξεστρατευκότων γὰρ τῶν Αἰτωλῶν μετὰ Δωριμάχου κάλλιστον εἶναι καιρὸν ἐπελθεῖν καὶ πορθῆσαι τὴν Αἰτωλίαν. δὲ βασιλεύς, 5.5.10 τὰ μὲν ἀπιστῶν ἤδη τοῖς περὶ τὸν Λεόντιον ἐκ τῆς περὶ τὴν πολιορκίαν ἐθελοκακήσεως, συναισθανόμενος δὲ καὶ ἐκ τοῦ περὶ τὸν πλοῦν αὐτῶν διαβουλίου τὴν κακοπραγμοσύνην, ἔκρινε χρῆσθαι τοῖς πράγμασι κατὰ τὴν Ἀράτου γνώμην. 5.5.11 διόπερ Ἐπηράτῳ μὲν ἔγραψε τῷ τῶν Ἀχαιῶν στρατηγῷ βοηθεῖν τοῖς Μεσσηνίοις, ἀναλαβόντι τοὺς Ἀχαιούς, αὐτὸς δʼ ἀναχθεὶς ἐκ τῆς Κεφαλληνίας παρῆν δευτεραῖος εἰς Λευκάδα μετὰ τοῦ στόλου νυκτός.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.5.1 Polyb. 5.5.8 (English) >>Polyb. 5.5.15

Powered by PhiloLogic