Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.49.5 Polyb. 5.50.6 (English) >>Polyb. 5.50.14

5.50.3 οὐ γὰρ οἷόν τʼ εἶναι τῶν κατὰ λόγον οὐδὲν πράττεσθαι κατὰ τὴν στρατείαν τηλικαύτης ἐν αὐτοῖς ὀργῆς καὶ στάσεως ἐγγεγενημένης. 5.50.4 δὲ βασιλεὺς δυσχερῶς μὲν ἤκουσε καὶ περὶ παντὸς ἐποιεῖτο σπουδάζων διὰ τὴν ἐμπειρίαν τῶν πολεμικῶν συστρατεύειν αὑτῷ τὸν Ἐπιγένην, 5.50.5 περιεχόμενος δὲ καὶ προκατειλημμένος οἰκονομίαις καὶ φυλακαῖς καὶ θεραπείαις ὑπὸ τῆς Ἑρμείου κακοηθείας οὐκ ἦν αὑτοῦ κύριος· διὸ καὶ τοῖς παροῦσιν εἴκων συνεχώρησε τοῖς ἀξιουμένοις. 5.50.6 τοῦ δʼ Ἐπιγένους κατὰ τὸ προσταχθὲν ἀναχωρήσαντος εἰς ἱμάτιον , οἱ μὲν οὖν ἐν τῷ συνεδρίῳ κατεπλάγησαν τὸν φθόνον, 5.50.7 αἱ δὲ δυνάμεις τυχοῦσαι τῶν ἀξιουμένων ἐκ μεταβολῆς εὐνοϊκῶς διέκειντο πρὸς τὸν αἴτιον τῆς τῶν ὀψωνίων διορθώσεως πλὴν τῶν Κυρρηστῶν· 5.50.8 οὗτοι δʼ ἐστασίασαν καὶ σχεδὸν εἰς ἑξακισχιλίους ὄντες τὸν ἀριθμὸν ἀπέστησαν, καὶ πολλὰς δή τινας ἀηδίας ἐπὶ χρόνον ἱκανὸν παρέσχον· τέλος δὲ μάχῃ κρατηθέντες ὑπό τινος τῶν τοῦ βασιλέως στρατηγῶν οἱ μὲν πλεῖστοι διεφθάρησαν, οἱ δὲ περιλειφθέντες παρέδοσαν ἑαυτοὺς εἰς τὴν τοῦ βασιλέως πίστιν. 5.50.9 δʼ Ἑρμείας τοὺς μὲν φίλους διὰ τὸν φόβον, τὰς δὲ δυνάμεις διὰ τὴν εὐχρηστίαν ὑφʼ ἑαυτὸν πεποιημένος, ἀναζεύξας προῆγε μετὰ τοῦ βασιλέως. 5.50.10 περὶ δὲ τὸν Ἐπιγένην πρᾶξιν συνεστήσατο τοιαύτην, λαβὼν συνεργὸν τὸν ἀκροφύλακα τῆς Ἀπαμείας Ἄλεξιν.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.49.5 Polyb. 5.50.6 (English) >>Polyb. 5.50.14

Powered by PhiloLogic