Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.54.5 Polyb. 5.54.12 (English) >>Polyb. 5.55.5

5.54.10 Ἑρμείας δὲ τηρῶν τὴν αὑτοῦ προαίρεσιν ἐπέφερε μὲν αἰτίας τοῖς ἐν τῇ Σελευκείᾳ καὶ χιλίοις ἐζημίου ταλάντοις τὴν πόλιν, ἐφυγάδευε δὲ τοὺς καλουμένους Ἀδειγάνας, ἀκρωτηριάζων δὲ καὶ φονεύων καὶ στρεβλῶν πολλοὺς διέφθειρε τῶν Σελευκέων. 5.54.11 μόλις βασιλεύς, τὰ μὲν πείθων τὸν Ἑρμείαν, δὲ καὶ κατὰ τὴν αὑτοῦ γνώμην χειρίζων, τέλος ἐπράϋνε καὶ κατέστησε τὴν πόλιν, ἑκατὸν καὶ πεντήκοντα τάλαντα μόνον ἐπιτίμιον αὐτοὺς πραξάμενος τῆς ἀγνοίας. 5.54.12 ταῦτα δὲ διοικήσας Διογένην μὲν στρατηγὸν ἀπέλιπε Μηδίας, Ἀπολλόδωρον δὲ τῆς Σουσιανῆς· Τύχωνα δὲ τὸν ἀρχιγραμματέα τῆς δυνάμεως στρατηγὸν ἐπὶ τοὺς κατὰ τὴν Ἐρυθρὰν θάλατταν τόπους ἐξαπέστειλε. 5.54.13

Τὰ μὲν οὖν κατὰ τὴν Μόλωνος ἀπόστασιν καὶ τὸ διὰ ταῦτα γενόμενον κίνημα περὶ τὰς ἄνω σατραπείας τοιαύτης ἔτυχε διορθώσεως καὶ καταστάσεως.

5.55.1

δὲ βασιλεὺς ἐπαρθεὶς τῷ γεγονότι προτερήματι, καὶ βουλόμενος ἀναταθῆναι καὶ καταπλήξασθαι τοὺς ὑπερκειμένους ταῖς ἑαυτοῦ σατραπείαις καὶ συνοροῦντας δυνάστας τῶν βαρβάρων, ἵνα μήτε συγχορηγεῖν μήτε συμπολεμεῖν τολμῶσι τοῖς ἀποστάταις αὐτοῦ γινομένοις, ἐπεβάλετο στρατεύειν ἐπʼ αὐτούς, καὶ πρῶτον ἐπὶ τὸν Ἀρταβαζάνην, 5.55.2 ὃς ἐδόκει βαρύτατος εἶναι καὶ πρακτικώτατος τῶν δυναστῶν, δεσπόζειν δὲ καὶ τῶν Σατραπείων καλουμένων καὶ τῶν τούτοις συντερμονούντων ἐθνῶν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.54.5 Polyb. 5.54.12 (English) >>Polyb. 5.55.5

Powered by PhiloLogic