Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.54.6 Polyb. 5.54.13 (English) >>Polyb. 5.55.8

5.54.11 μόλις βασιλεύς, τὰ μὲν πείθων τὸν Ἑρμείαν, δὲ καὶ κατὰ τὴν αὑτοῦ γνώμην χειρίζων, τέλος ἐπράϋνε καὶ κατέστησε τὴν πόλιν, ἑκατὸν καὶ πεντήκοντα τάλαντα μόνον ἐπιτίμιον αὐτοὺς πραξάμενος τῆς ἀγνοίας. 5.54.12 ταῦτα δὲ διοικήσας Διογένην μὲν στρατηγὸν ἀπέλιπε Μηδίας, Ἀπολλόδωρον δὲ τῆς Σουσιανῆς· Τύχωνα δὲ τὸν ἀρχιγραμματέα τῆς δυνάμεως στρατηγὸν ἐπὶ τοὺς κατὰ τὴν Ἐρυθρὰν θάλατταν τόπους ἐξαπέστειλε. 5.54.13

Τὰ μὲν οὖν κατὰ τὴν Μόλωνος ἀπόστασιν καὶ τὸ διὰ ταῦτα γενόμενον κίνημα περὶ τὰς ἄνω σατραπείας τοιαύτης ἔτυχε διορθώσεως καὶ καταστάσεως.

5.55.1

δὲ βασιλεὺς ἐπαρθεὶς τῷ γεγονότι προτερήματι, καὶ βουλόμενος ἀναταθῆναι καὶ καταπλήξασθαι τοὺς ὑπερκειμένους ταῖς ἑαυτοῦ σατραπείαις καὶ συνοροῦντας δυνάστας τῶν βαρβάρων, ἵνα μήτε συγχορηγεῖν μήτε συμπολεμεῖν τολμῶσι τοῖς ἀποστάταις αὐτοῦ γινομένοις, ἐπεβάλετο στρατεύειν ἐπʼ αὐτούς, καὶ πρῶτον ἐπὶ τὸν Ἀρταβαζάνην, 5.55.2 ὃς ἐδόκει βαρύτατος εἶναι καὶ πρακτικώτατος τῶν δυναστῶν, δεσπόζειν δὲ καὶ τῶν Σατραπείων καλουμένων καὶ τῶν τούτοις συντερμονούντων ἐθνῶν. 5.55.3 Ἑρμείας δὲ κατὰ τοὺς καιροὺς τούτους ἐδεδίει μὲν τὴν εἰς τοὺς ἄνω τόπους στρατείαν διὰ τὸν κίνδυνον, ὠρέγετο δὲ κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν τῆς ἐπὶ τὸν Πτολεμαῖον στρατείας· 5.55.4 οὐ μὴν ἀλλὰ προσπεσόντος υἱὸν γεγονέναι τῷ βασιλεῖ, νομίσας καὶ παθεῖν ἄν τι τὸν Ἀντίοχον ἐν τοῖς ἄνω τόποις ὑπὸ τῶν βαρβάρων καὶ παραδοῦναι καιροὺς αὑτῷ πρὸς ἐπαναίρεσιν, συγκατέθετο τῇ στρατείᾳ,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.54.6 Polyb. 5.54.13 (English) >>Polyb. 5.55.8

Powered by PhiloLogic