5.54.2 οὗ γενομένου συνέβη τοὺς μὲν περὶ τὸν Μόλωνα διατραπῆναι, τοὺς δὲ τοῦ βασιλέως ἐπιρρωσθῆναι διπλασίως.
5.54.3 ὁ δὲ Μόλων συννοήσας τὸ γεγονὸς καὶ πανταχόθεν ἤδη κυκλούμενος, λαβὼν πρὸ ὀφθαλμῶν τὰς ἐσομένας περὶ αὑτὸν αἰκίας, ἐὰν ὑποχείριος γένηται καὶ ζωγρίᾳ ληφθῇ, προσήνεγκε τὰς χεῖρας ἑαυτῷ.
5.54.4 παραπλησίως δὲ καὶ πάντες οἱ κοινωνήσαντες τῆς ἐπιβολῆς, φυγόντες εἰς τοὺς οἰκείους ἕκαστοι τόπους, τὴν αὐτὴν ἐποιήσαντο τοῦ βίου καταστροφήν.
5.54.5 ὁ δὲ Νεόλαος, ἀποφυγὼν ἐκ τῆς μάχης καὶ παραγενόμενος εἰς τὴν Περσίδα πρὸς Ἀλέξανδρον τὸν τοῦ Μόλωνος ἀδελφόν, τὴν μὲν μητέρα καὶ τὰ τοῦ Μόλωνος τέκνα κατέσφαξε, μετὰ δὲ τὸν τούτων θάνατον ἐπικατέσφαξεν αὑτόν, πείσας τὸ παραπλήσιον ποιῆσαι καὶ τὸν Ἀλέξανδρον.
5.54.6 ὁ δὲ βασιλεὺς διαρπάσας τὴν παρεμβολὴν τῶν πολεμίων, τὸ μὲν σῶμα τοῦ Μόλωνος ἀνασταυρῶσαι προσέταξε κατὰ τὸν ἐπιφανέστατον τόπον τῆς Μηδίας.
5.54.7 ὃ καὶ παραχρῆμα συνετέλεσαν οἱ πρὸς τούτοις τεταγμένοι· διακομίσαντες γὰρ εἰς τὴν Καλλωνῖτιν πρὸς αὐταῖς ἀνεσταύρωσαν ταῖς εἰς τὸν Ζάγρον ἀναβολαῖς·
5.54.8 μετὰ ταῦτα δὲ ταῖς δυνάμεσιν ἐπιτιμήσας διὰ πλειόνων καὶ δοὺς δεξιὰν συνέστησε τοὺς ἀποκομιοῦντας αὐτοὺς εἰς Μηδίαν καὶ καταστησομένους τὰ κατὰ τὴν χώραν.
5.54.9 αὐτὸς δὲ καταβὰς εἰς Σελεύκειαν καθίστατο τὰ κατὰ τὰς πέριξ σατραπείας, ἡμέρως χρώμενος πᾶσι καὶ νουνεχῶς.