Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.56.5 Polyb. 5.56.14 (English) >>Polyb. 5.57.5

5.56.10 φασκόντων δὲ δεῖν τῶν ἰατρῶν ἅμα τῷ φωτὶ ποιεῖσθαι τοὺς περιπάτους ὑπὸ τὸ ψῦχος τὸν Ἀντίοχον, μὲν Ἑρμείας ἧκε πρὸς τὸν ταχθέντα καιρόν, ἅμα δὲ τούτῳ καὶ τῶν φίλων οἱ συνειδότες τὴν πρᾶξιν, 5.56.11 οἱ δὲ λοιποὶ καθυστέρουν διὰ τὸ πολὺ παρηλλάχθαι τὴν ἔξοδον τοῦ βασιλέως πρὸς τὸν εἰθισμένον καιρόν. 5.56.12 διόπερ ἀποσπάσαντες αὐτὸν ἀπὸ τῆς στρατοπεδείας εἴς τινα τόπον ἔρημον, κἄπειτα μικρὸν ἀπονεύσαντος τοῦ βασιλέως ὡς ἐπί τι τῶν ἀναγκαίων, ἐξεκέντησαν. 5.56.13 Ἑρμείας μὲν οὖν τούτῳ τῷ τρόπῳ μετήλλαξε τὸν βίον, οὐδεμίαν ὑποσχὼν τιμωρίαν ἀξίαν τῶν αὑτῷ πεπραγμένων· 5.56.14 δὲ βασιλεὺς ἀπολυθεὶς φόβου καὶ δυσχρηστίας πολλῆς ἐπανῆγε ποιούμενος τὴν πορείαν ὡς ἐπʼ οἴκου, πάντων τῶν κατὰ τὴν χώραν ἀποδεχομένων τάς τε πράξεις αὐτοῦ καὶ τὰς ἐπιβολάς, καὶ μάλιστα κατὰ τὴν δίοδον ἐπισημαινομένων τὴν Ἑρμείου μετάστασιν. 5.56.15 ἐν καιρῷ καὶ κατὰ τὴν Ἀπάμειαν αἱ μὲν γυναῖκες τὴν γυναῖκα τὴν Ἑρμείου κατέλευσαν, οἱ δὲ παῖδες τοὺς υἱεῖς.

5.57.1

Ἀντίοχος δὲ παραγενόμενος εἰς τὴν οἰκείαν, καὶ διαφεὶς τὰς δυνάμεις εἰς παραχειμασίαν, διεπέμπετο πρὸς τὸν Ἀχαιόν, 5.57.2 ἐγκαλῶν καὶ διαμαρτυρόμενος πρῶτον μὲν ἐπὶ τῷ τετολμηκέναι διάδημα περιθέσθαι καὶ βασιλέα χρηματίζειν, δεύτερον δὲ προλέγων ὡς οὐ λανθάνει κοινοπραγῶν Πτολεμαίῳ καὶ καθόλου πλείω τοῦ δέοντος κινούμενος.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.56.5 Polyb. 5.56.14 (English) >>Polyb. 5.57.5

Powered by PhiloLogic