Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.55.8 Polyb. 5.56.3 (English) >>Polyb. 5.56.11

5.56.1

Τούτων δὲ κυρωθέντων Ἀπολλοφάνης ἰατρός, ἀγαπώμενος ὑπὸ τοῦ βασιλέως διαφερόντως, θεωρῶν τὸν Ἑρμείαν οὐκέτι φέροντα κατὰ σχῆμα τὴν ἐξουσίαν, ἠγωνία μὲν καὶ περὶ τοῦ βασιλέως, τὸ δὲ πλεῖον ὑπώπτευε καὶ κατάφοβος ἦν ὑπὲρ τῶν καθʼ αὑτόν. 5.56.2 διὸ λαβὼν καιρὸν προσφέρει τῷ βασιλεῖ λόγον, παρακαλῶν μὴ ῥᾳθυμεῖν μηδʼ ἀνυπονόητον εἶναι τῆς Ἑρμείου τόλμης, μηδʼ ἕως τούτου περιμεῖναι μέχρις ἂν οὗ τοῖς ὁμοίοις τἀδελφῷ παλαίῃ συμπτώμασιν. 5.56.3 ἀπέχειν δʼ οὐ μακρὰν αὐτὸν ἔφη τοῦ κινδύνου· διὸ προσέχειν ἠξίου καὶ βοηθεῖν κατὰ σπουδὴν αὑτῷ τε καὶ τοῖς φίλοις. 5.56.4 τοῦ δʼ Ἀντιόχου πρὸς αὐτὸν ἀνθομολογησαμένου διότι καὶ δυσαρεστεῖ καὶ φοβεῖται τὸν Ἑρμείαν, ἐκείνῳ δὲ μεγάλην χάριν ἔχειν φήσαντος ἐπὶ τῷ κηδεμονικῶς τετολμηκέναι περὶ τούτων εἰπεῖν πρὸς αὐτόν, 5.56.5 μὲν Ἀπολλοφάνης εὐθαρσὴς ἐγένετο τῷ δοκεῖν μὴ διεψεῦσθαι τῆς αἱρέσεως καὶ διαλήψεως τῆς τοῦ βασιλέως, 5.56.6 δʼ Ἀντίοχος ἠξίου τὸν Ἀπολλοφάνην συνεπιλαβέσθαι μὴ μόνον τοῖς λόγοις, ἀλλὰ καὶ τοῖς ἔργοις τῆς αὑτοῦ τε καὶ τῶν φίλων σωτηρίας. 5.56.7 τοῦ δὲ πρὸς πᾶν ἑτοίμως ἔχειν φήσαντος, συμφρονήσαντες μετὰ ταῦτα καὶ προβαλόμενοι σκῆψιν ὡς σκοτωμάτων τινῶν ἐπιπεπτωκότων τῷ βασιλεῖ, τὴν μὲν θεραπείαν ἀπέλυσαν ἐπί τινας ἡμέρας καὶ τοὺς εἰθισμένους παρευτακτεῖν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.55.8 Polyb. 5.56.3 (English) >>Polyb. 5.56.11

Powered by PhiloLogic