Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.56.15 Polyb. 5.57.7 (English) >>Polyb. 5.58.7

5.57.5 παραγενόμενος δʼ εἰς Λαοδίκειαν τὴν ἐν Φρυγίᾳ διάδημά τε περιέθετο καὶ βασιλεὺς τότε πρῶτον ἐτόλμησε χρηματίζειν καὶ γράφειν πρὸς τὰς πόλεις; Γαρσυήριδος αὐτὸν τοῦ φυγάδος εἰς τοῦτο τὸ μέρος μάλιστα προτρεψαμένου. προάγοντος δὲ κατὰ τὸ συνεχὲς αὐτοῦ, 5.57.6 καὶ σχεδὸν ἤδη περὶ Λυκαονίαν ὄντος, αἱ δυνάμεις ἐστασίασαν, δυσαρεστούμεναι τῷ δοκεῖν γίνεσθαι τὴν στρατείαν ἐπὶ τὸν κατὰ φύσιν αὐτῶν ἐξ ἀρχῆς ὑπάρχοντα βασιλέα. 5.57.7 διόπερ Ἀχαιὸς συνεὶς τὴν ἐν αὐτοῖς διατροπὴν τῆς μὲν προκειμένης ἐπιβολῆς ἀπέστη, βουλόμενος δὲ πεισθῆναι τὰς δυνάμεις ὡς οὐδʼ ἐξ ἀρχῆς ἐπεβάλετο στρατεύειν εἰς Συρίαν, ἐπιστρέψας πορθεῖ τὴν Πισιδικήν, 5.57.8 καὶ πολλὰς ὠφελείας παρασκευάσας τῷ στρατοπέδῳ, πάντας εὔνους αὑτῷ καὶ πεπιστευκότας ἔχων ἐπανῆλθε πάλιν εἰς τὴν οἰκείαν.

5.58.1

δὲ βασιλεὺς σαφῶς ἕκαστα τούτων ἐπεγνωκώς, πρὸς μὲν τὸν Ἀχαιὸν διεπέμπετο συνεχῶς ἀνατεινόμενος, καθάπερ ἐπάνω προεῖπον, πρὸς δὲ ταῖς ἐπὶ τὸν Πτολεμαῖον παρασκευαῖς ὅλος καὶ πᾶς ἦν. 5.58.2 διὸ καὶ συναθροίσας εἰς Ἀπάμειαν τὰς δυνάμεις ὑπὸ τὴν ἐαρινὴν ὥραν, ἀνέδωκε τοῖς φίλοις διαβούλιον πῶς χρηστέον ἐστὶ ταῖς εἰς Κοίλην Συρίαν εἰσβολαῖς. 5.58.3 πολλῶν δʼ εἰς τοῦτο τὸ μέρος ῥηθέντων καὶ περὶ τῶν τόπων καὶ περὶ παρασκευῆς καὶ περὶ τῆς κατὰ τὴν ναυτικὴν δύναμιν συνεργείας, Ἀπολλοφάνης, ὑπὲρ οὗ καὶ πρότερον εἴπαμεν, τὸ γένος ὢν Σελευκεύς, ἐπέτεμε πάσας τὰς προειρημένας γνώμας·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.56.15 Polyb. 5.57.7 (English) >>Polyb. 5.58.7

Powered by PhiloLogic