Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.58.4 Polyb. 5.58.11 (English) >>Polyb. 5.59.7

5.58.8 κρατηθεῖσάν γε μὴν οὐ μόνον ἔφη δύνασθαι βεβαίως τηρεῖν τὴν οἰκείαν, ἀλλὰ καὶ πρὸς τὰς ἄλλας ἐπινοίας καὶ προθέσεις καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν μεγάλα δύνασθαι συνεργεῖν διὰ τὴν εὐκαιρίαν τοῦ τόπου. 5.58.9 πεισθέντων δὲ πάντων τοῖς λεγομένοις, ἔδοξε ταύτην πρώτην ἐξαιρεῖν τὴν πόλιν· 5.58.10 συνέβαινε γὰρ Σελεύκειαν ἔτι τότε κατέχεσθαι φρουραῖς ὑπὸ τῶν ἐξ Αἰγύπτου βασιλέων ἐκ τῶν κατὰ τὸν Εὐεργέτην ἐπικληθέντα Πτολεμαῖον καιρῶν, 5.58.11 ἐν οἷς ἐκεῖνος διὰ τὰ Βερενίκης συμπτώματα καὶ τὴν ὑπὲρ ἐκείνης ὀργὴν στρατεύσας εἰς τοὺς κατὰ Συρίαν τόπους ἐγκρατὴς ἐγένετο ταύτης τῆς πόλεως.

5.59.1

Οὐ μὴν ἀλλʼ Ἀντίοχος κριθέντων τούτων Διογνήτῳ μὲν τῷ ναυάρχῳ παρήγγειλε πλεῖν ὡς ἐπὶ τῆς Σελευκείας, αὐτὸς δʼ ἐκ τῆς Ἀπαμείας ὁρμήσας μετὰ τῆς στρατιᾶς, καὶ περὶ πέντε σταδίους ἀποσχὼν τῆς πόλεως, προσεστρατοπέδευσε κατὰ τὸν ἱππόδρομον. 5.59.2 Θεόδοτον δὲ τὸν ἡμιόλιον ἐξαπέστειλε μετὰ τῆς ἁρμοζούσης δυνάμεως ἐπὶ τοὺς κατὰ Κοίλην Συρίαν τόπους, καταληψόμενον τὰ στενὰ καὶ προκαθησόμενον ἅμα τῶν αὑτοῦ πραγμάτων. 5.59.3 τὴν δὲ τῆς Σελευκείας θέσιν καὶ τὴν τῶν πέριξ τόπων ἰδιότητα τοιαύτην ἔχειν τὴν φύσιν συμβαίνει. 5.59.4 κειμένης γὰρ αὐτῆς ἐπὶ θαλάττῃ μεταξὺ Κιλικίας καὶ Φοινίκης, ὄρος ἐπίκειται παμμέγεθες, καλοῦσι Κορυφαῖον·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.58.4 Polyb. 5.58.11 (English) >>Polyb. 5.59.7

Powered by PhiloLogic