Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.58 Polyb. 5.59 (English) >>Polyb. 5.60

5.59.1

Οὐ μὴν ἀλλʼ Ἀντίοχος κριθέντων τούτων Διογνήτῳ μὲν τῷ ναυάρχῳ παρήγγειλε πλεῖν ὡς ἐπὶ τῆς Σελευκείας, αὐτὸς δʼ ἐκ τῆς Ἀπαμείας ὁρμήσας μετὰ τῆς στρατιᾶς, καὶ περὶ πέντε σταδίους ἀποσχὼν τῆς πόλεως, προσεστρατοπέδευσε κατὰ τὸν ἱππόδρομον. 5.59.2 Θεόδοτον δὲ τὸν ἡμιόλιον ἐξαπέστειλε μετὰ τῆς ἁρμοζούσης δυνάμεως ἐπὶ τοὺς κατὰ Κοίλην Συρίαν τόπους, καταληψόμενον τὰ στενὰ καὶ προκαθησόμενον ἅμα τῶν αὑτοῦ πραγμάτων. 5.59.3 τὴν δὲ τῆς Σελευκείας θέσιν καὶ τὴν τῶν πέριξ τόπων ἰδιότητα τοιαύτην ἔχειν τὴν φύσιν συμβαίνει. 5.59.4 κειμένης γὰρ αὐτῆς ἐπὶ θαλάττῃ μεταξὺ Κιλικίας καὶ Φοινίκης, ὄρος ἐπίκειται παμμέγεθες, καλοῦσι Κορυφαῖον· 5.59.5 πρὸς μὲν τὴν ἀφʼ ἑσπέρας πλευρὰν προσκλύζει τὸ καταλῆγον τοῦ πελάγους τοῦ μεταξὺ κειμένου Κύπρου καὶ Φοινίκης, τοῖς δʼ ἀπὸ τῆς ἠοῦς μέρεσιν ὑπέρκειται τῆς Ἀντιοχέων καὶ Σελευκέων χώρας. 5.59.6 ἐν δὲ τοῖς πρὸς μεσημβρίαν αὐτοῦ κλίμασι τὴν Σελεύκειαν συμβαίνει κεῖσθαι, διεζευγμένην φάραγγι κοίλῃ καὶ δυσβάτῳ, καθήκουσαν μὲν καὶ περικλωμένην ὡς ἐπὶ θάλατταν, κατὰ δὲ τὰ πλεῖστα μέρη κρημνοῖς καὶ πέτραις ἀπορρῶξι περιεχομένην. 5.59.7 ὑπὸ δὲ τὴν ἐπὶ θάλατταν αὐτῆς νεύουσαν πλευρὰν ἐν τοῖς ἐπιπέδοις τά τʼ ἐμπόρια καὶ τὸ προάστειον κεῖται, διαφερόντως τετειχισμένον. 5.59.8 παραπλησίως δὲ καὶ τὸ σύμπαν τῆς πόλεως κύτος τείχεσι πολυτελέσιν ἠσφάλισται, κεκόσμηται δὲ καὶ ναοῖς καὶ ταῖς τῶν οἰκοδομημάτων κατασκευαῖς ἐκπρεπῶς. 5.59.9 πρόσβασιν δὲ μίαν ἔχει κατὰ τὴν ἀπὸ θαλάττης πλευρὰν κλιμακωτὴν καὶ χειροποίητον, ἐγκλίμασι καὶ σκαιώμασι πυκνοῖς καὶ συνεχέσι διειλημμένην. 5.59.10 δὲ καλούμενος Ὀρόντης ποταμὸς οὐ μακρὰν αὐτῆς ποιεῖται τὰς ἐκβολάς, ὃς τὴν ἀρχὴν τοῦ ῥεύματος λαμβάνων ἀπὸ τῶν κατὰ τὸν Λίβανον καὶ τὸν Ἀντιλίβανον τόπων, καὶ διανύσας τὸ καλούμενον Ἀμύκης πεδίον, ἐπʼ αὐτὴν ἱκνεῖται τὴν Ἀντιόχειαν, 5.59.11 διʼ ἧς φερόμενος καὶ πάσας ὑποδεχόμενος τὰς ἀνθρωπείας λύμας διὰ τὸ πλῆθος τοῦ ῥεύματος, τέλος οὐ μακρὰν τῆς Σελευκείας ποιεῖται τὴν ἐκβολὴν εἰς τὸ προειρημένον πέλαγος.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.58 Polyb. 5.59 (English) >>Polyb. 5.60

Powered by PhiloLogic