Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.5.10 Polyb. 5.6.2 (English) >>Polyb. 5.7.2

5.5.14 διανύσας δὲ καὶ καθορμισθεὶς βραχὺ πρὸ ἡμέρας πρὸς τῇ καλουμένῃ Λιμναίᾳ, τοῖς μὲν στρατιώταις ἀριστοποιεῖσθαι παρήγγειλε καὶ τὸ πολὺ τῆς ἀποσκευῆς ἀποθεμένους εὐζώνους σφᾶς παρασκευάζειν πρὸς ἀναζυγήν, 5.5.15 αὐτὸς δὲ τοὺς ὁδηγοὺς ἁθροίσας τά τε περὶ τοὺς τόπους καὶ τὰς παρακειμένας πόλεις ἐπυνθάνετο καὶ διηρεύνα.

5.6.1

κατὰ δὲ τὸν καιρὸν τοῦτον ἧκεν ἔχων Ἀριστόφαντος στρατηγὸς πανδημεὶ τοὺς Ἀκαρνᾶνας· πολλὰ γὰρ καὶ δεινὰ πεπονθότες ἐν τοῖς ἀνώτερον χρόνοις ὑπʼ Αἰτωλῶν ἐκθύμως εἶχον πρὸς τὸ κατὰ πάντα τρόπον ἀμύνασθαι καὶ βλάψαι τοὺς Αἰτωλούς. 5.6.2 διόπερ ἀσμένως ἐπιλαβόμενοι τότε τῆς Μακεδόνων ἐπαρκείας, ἧκον ἐν τοῖς ὅπλοις, οὐ μόνον ὅσοις νόμος ἐπέταττε στρατεύειν, ἀλλὰ καὶ τῶν πρεσβυτέρων τινές. 5.6.3 οὐκ ἐλάττω δὲ τούτων ὁρμὴν εἶχον Ἠπειρῶται διὰ τὰς παραπλησίους αἰτίας· διὰ δὲ τὸ μέγεθος τῆς χώρας καὶ διὰ τὸ τῆς παρουσίας αἰφνίδιον τῆς τοῦ Φιλίππου καθυστέρουν τῇ συναγωγῇ τῶν καιρῶν. 5.6.4 τῶν δʼ Αἰτωλῶν τοὺς μὲν ἡμίσεις ἔχων Δωρίμαχος ἐπεποίητο τὴν ἔξοδον, καθάπερ εἶπον, τοὺς δʼ ἡμίσεις ἀπολελοίπει, νομίζων ἀξιόχρεων πρὸς τὰ παράδοξα ταύτην τὴν ἐφεδρείαν ὑπάρχειν τῶν τε πόλεων καὶ τῆς χώρας. 5.6.5 δὲ βασιλεὺς ἀπολιπὼν φυλακὴν ἱκανὴν τῆς ἀποσκευῆς, τότε μὲν ἀναζεύξας ἐκ τῆς Λιμναίας δείλης καὶ προελθὼν ὡς ἑξήκοντα στάδια κατεστρατοπέδευσε.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.5.10 Polyb. 5.6.2 (English) >>Polyb. 5.7.2

Powered by PhiloLogic