Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.5.12 Polyb. 5.6.4 (English) >>Polyb. 5.7.2

5.6.1

κατὰ δὲ τὸν καιρὸν τοῦτον ἧκεν ἔχων Ἀριστόφαντος στρατηγὸς πανδημεὶ τοὺς Ἀκαρνᾶνας· πολλὰ γὰρ καὶ δεινὰ πεπονθότες ἐν τοῖς ἀνώτερον χρόνοις ὑπʼ Αἰτωλῶν ἐκθύμως εἶχον πρὸς τὸ κατὰ πάντα τρόπον ἀμύνασθαι καὶ βλάψαι τοὺς Αἰτωλούς. 5.6.2 διόπερ ἀσμένως ἐπιλαβόμενοι τότε τῆς Μακεδόνων ἐπαρκείας, ἧκον ἐν τοῖς ὅπλοις, οὐ μόνον ὅσοις νόμος ἐπέταττε στρατεύειν, ἀλλὰ καὶ τῶν πρεσβυτέρων τινές. 5.6.3 οὐκ ἐλάττω δὲ τούτων ὁρμὴν εἶχον Ἠπειρῶται διὰ τὰς παραπλησίους αἰτίας· διὰ δὲ τὸ μέγεθος τῆς χώρας καὶ διὰ τὸ τῆς παρουσίας αἰφνίδιον τῆς τοῦ Φιλίππου καθυστέρουν τῇ συναγωγῇ τῶν καιρῶν. 5.6.4 τῶν δʼ Αἰτωλῶν τοὺς μὲν ἡμίσεις ἔχων Δωρίμαχος ἐπεποίητο τὴν ἔξοδον, καθάπερ εἶπον, τοὺς δʼ ἡμίσεις ἀπολελοίπει, νομίζων ἀξιόχρεων πρὸς τὰ παράδοξα ταύτην τὴν ἐφεδρείαν ὑπάρχειν τῶν τε πόλεων καὶ τῆς χώρας. 5.6.5 δὲ βασιλεὺς ἀπολιπὼν φυλακὴν ἱκανὴν τῆς ἀποσκευῆς, τότε μὲν ἀναζεύξας ἐκ τῆς Λιμναίας δείλης καὶ προελθὼν ὡς ἑξήκοντα στάδια κατεστρατοπέδευσε. 5.6.6 δειπνοποιησάμενος δὲ καὶ βραχὺ διαναπαύσας τὴν δύναμιν αὖθις ὥρμα, καὶ συνεχῶς νυκτοπορήσας ἧκε πρὸς τὸν Ἀχελῷον ποταμὸν ἄρτι τῆς ἡμέρας ἐπιφαινούσης, μεταξὺ Κωνώπης καὶ Στράτου, σπεύδων ἄφνω καὶ παραδόξως ἐπὶ τὸν ἐν τοῖς Θέρμοις τόπον ἐπιβαλεῖν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.5.12 Polyb. 5.6.4 (English) >>Polyb. 5.7.2

Powered by PhiloLogic